Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.364
Not analysed yet
τητι, ὀνομασθῆναι Χριστόν. Οὗτος πάλιν ὁ Χριστὸς ἐπήγγειλεν Νοῦν, καὶ ἔλαβεν. Ὁ δὲ Πατὴρ προστέθεικε καὶ Λόγον. Εἶτα συνεζύγησαν Ἔννοια καὶ Λόγος, Ἀφθαρσία καὶ Χριστὸς, Ζωὴ αἰώνιος καὶ τὸ Θέλημα, ὁ Νοῦς καὶ ἡ Πρόγνωσις. Ἔπειτα πάλιν ἐκ τῆς Ἐννοίας καὶ τοῦ Λόγου προβληθῆναί φασι τὸν Αὐτογενῆ, καὶ σὺν αὐτῷ τὴν Ἀλήθειαν, καὶ γενέσθαι πάλιν συζυγίαν ἑτέραν Αὐτογενοῦς καὶ Ἀληθείας. Καὶ τί δεῖ λέγειν καὶ τὰς ἄλλας προβολὰς, τὰς ἐκ τοῦ Φωτὸς καὶ τῆς Ἀφθαρσίας; Μακρὸς γὰρ ὁ μῦθος, καὶ πρὸς τῷ δυσσεβεῖ καὶ τὸ ἀτερπὲς ἔχων. Ἐπιτεθείκασι δὲ τούτοις καὶ Ἑβραϊκὰ ὀνόματα, καταπλήττειν τοὺς ἁπλουστέρους πειρώμενοι. Τὸν δὲ Αὐτογενῆ φασι προβαλέσθαι ἄνθρωπον τέλειον καὶ ἀληθῆ, ὃν καὶ Ἀδάμαντα καλοῦσι· προβεβλῆσθαι δὲ σὺν αὐτῷ καὶ ὁμόζυγα Γνῶσιν τελείαν. Ἐντεῦθεν πάλιν ἀναδειχθῆναι μητέρα, πατέρα, καὶ υἱόν. Ἐκ δὲ τοῦ Ἀνθρώπου καὶ τῆς Γνώσεως βεβλαστηκέναι Ξύλον· Γνῶσιν δὲ καὶ τοῦτο προσαγορεύουσιν. Ἐκ δὲ τοῦ πρώτου ἀγγέλου προβληθῆναι λέγουσι Πνεῦμα ἅγιον, ὃ Σοφίαν καὶ Προύνικον προσηγόρευσαν. Ταύτην φασὶν ἐφιεμένην ὁμόζυγος, Ἔργον ἀποκυῆσαι, ἐν ᾧ ἦν Ἄγνοια καὶ Αὐθάδεια. Τὸ δὲ Ἔργον τοῦτο, Πρωτάρχοντα καλοῦσι, καὶ αὐτὸν εἶναι λέγουσι τῆς κτίσεως ποιητήν. Τοῦτον δὲ τῇ Αὐθαδείᾳ συναφθέντα, τὴν Κακίαν ἀπογεννῆσαι, καὶ τὰ ταύτης μόρια. Ταῦτα μὲν οὖν ἐν κεφαλαίῳ διῆλθον, ὑπερβὰς τὸ τοῦ πλάσματος μῆκος. Τὰς δὲ μυστικὰς αὐτῶν τελετὰς τίς οὕτω τρισάθλιος, ὥστε διὰ γλώττης προενεγκεῖν τὰ τελούμενα; Πάντα γὰρ λογισμὸν πονηρὸν ὑπερβαίνει, καὶ πᾶσαν ἔννοιαν μυσαρὰν, τὰ παρ' ἐκείνων ὡς θεῖα πραττόμενα. Ἀρκεῖ δὲ καὶ ἡ ἐπωνυμία τὸ παμμίαρον αὐτῶν αἰνίξασθαι τόλμημα. Βορβοριανοὶ γὰρ τούτου χάριν ἐπωνομάσθησαν. ΙΔʹ. —Περὶ Σηθιανῶν, ἢ Ὀφιανῶν, ἢ Ὀφιτῶν. Οἱ δὲ Σηθιανοὶ, οὓς Ὀφιανοὺς ἡ Ὀφίτας τινὲς ὀνομάζουσιν, ἄνθρωπον καλοῦσι τὸν τῶν ἁπάντων Θεὸν, Φῶς αὐτὸν πάλιν ἐπονομάζοντες, καὶ μακάριον καὶ ἄφθαρτον ἀποκαλοῦντες, καὶ ἐν Βυθῷ τὴν οἴκησιν ἔχειν διαβεβαιούμενοι· τὴν δὲ Ἔννοιαν αὐτοῦ, Υἱὸν ἀνθρώπου καλοῦσι, καὶ δεύτερον ἄνθρωπον. Μετὰ δὲ τοῦτον ὑπάρχειν τὸ ἅγιον Πνεῦμα· κάτω δὲ τούτων, τέσσαρα στοιχεῖα, ὕδωρ, σκότος, ἄβυσσον, χάος. Θῆλυ δὲ τὸ Πνεῦμα καλοῦσι, καὶ τοῖς στοιχείοις ἐπιφέρεσθαι. Ἐρασθῆναι δέ φασι