Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.368
Not analysed yet
ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Τινὲς δὲ αὐτὸν τὸν ὄφιν τῇ Σοφίᾳ συνεῖναί φασι, καὶ ὡς ἐναντίῳ Θεῷ τῷ ποιητῇ πολεμοῦντα, τὸν Ἀδὰμ ἐξαπατῆσαι, καὶ δεδωκέναι τὴν γνῶσιν, καὶ τούτου χάριν εἰρῆσθαι φρονιμώτατον εἶναι πάντων τὸν ὄφιν, καὶ τὴν πολυέλικτον δὲ τῶν ἡμετέρων ἐντέρων θέσιν τοῦ ὄφεως περικεῖσθαι τὸ σῶμα, δεικνῦσαν τὴν ζωογόνον σοφίαν τοῦ ὄφεως. Διά τοι τοῦτο καὶ προσκυνοῦσι τὸν ὄφιν. Ὃν ἐπῳδαῖς τισι καταθέλξαντες, ἐν σκότει τρέφουσι, καὶ τῇ τελετῇ τῶν μυσαρῶν αὐτῶν μυστηρίων τοῦτον τῇ τραπέζῃ προσφέρουσιν· ἐπιβάντος δὲ αὐτοῦ, τῶν ἄρτων ὡς ἡγιασμένων μεταλαγχάνουσιν. ΙΕʹ. —Περὶ Καϊνῶν. Ἄλλοι δὲ, οὓς Καϊνοὺς ὀνομάζουσι, καὶ τὸν Κάϊν φασὶν ἐκ τῆς ἄνωθεν αὐθεντίας λελυτρῶσθαι, καὶ τὸν Ἠσαῦ, καὶ τὸν Κορὲ, καὶ τοὺς Σοδομίτας, καὶ πάντας δὲ τοὺς τοιούτους συγγενεῖς ἰδίους ὁμολογοῦσι, καὶ τούτους ὑπὸ μὲν τοῦ Ποιητοῦ μισηθῆναι, μηδεμίαν δὲ βλάβην εἰσδέξασθαι. Ἡ γὰρ σοφία ὅπερ εἶχεν ἐν αὐτοῖς, ἀνήρπασεν ἐξ αὐτῶν· καὶ τὸν προδότην δὲ Ἰούδαν μόνον ἐκ πάντων τῶν ἀποστόλων ταύτην ἐσχηκέναι τὴν γνῶσίν φασι, καὶ διὰ τοῦτο τὸ τῆς προδοσίας ἐνεργῆσαι μυστήριον. Προφέρουσι δὲ αὐτοῦ καὶ Εὐαγγέλιον, ὅπερ ἐκεῖνοι συντεθείκασιν ἐκεῖνος γὰρ εὐθὺς τὴν ἀγχόνην ἔλαβε τῆς προδοσίας μισθόν. Καὶ τὰ ἀπειρημένα πράττοντες, ἀγγέλου τινὸς ἐπιλέγουσιν ὄνομα, ὡς ἐκείνῳ δῆθεν τὴν ἀσέλγειαν χαριζόμενοι· καὶ τοῦτο ἐφ' ἑκάστης ἰδέας ἀκολάστου ποιοῦσιν. Εἶναι γὰρ τοῖς τῆς ἀκολασίας εἴδεσιν ἰσαρίθμους τινὰς ἀγγέλους λέγουσιν, οἳ θεραπεύονται τοῖς δρωμένοις. Ιϛʹ. —Περὶ Ἀντιτακτῶν. Ἦσαν δὲ καὶ ἄλλοι τινὲς, οὓς Ἀντιτάκτας ἐκάλουν, ἀσεβεῖς, οἳ τὸν μέγαν ἄγνωστον Θεὸν, ὡς αὐτοὶ λέγουσι, πατέρα οἰκεῖον ὠνόμαζον· τοῦτον δὲ ἀγαθὸν εἶναι, καὶ Θεὸν ποιητήν· ἕνα δέ τινα τῶν ὑπ' αὐτοῦ γεγονότων ἐπισπεῖραι ζιζάνια· ὃς καὶ πάντας ἡμᾶς, ὡς αὐτοὶ λέγουσι, κακοῖς περιέβαλεν, ἀντιταξάμενος ἡμῶν τῷ ἀγαθωτάτῳ πατρί. Οὗ δὴ χάριν καὶ ἡμεῖς ἀντιτασσόμεθα αὐτῷ, εἰς ἐκδίκησιν τοῦ πατρὸς ἀνθιστάμενοι τοῖς νόμοις αὐτοῦ. Καὶ ἐπειδὴ οὗτος εἶπεν, «Οὐ μοιχεύσεις,» ἡμεῖς, φησὶ, μοιχεύσωμεν ἐπὶ καταλύσει τῆς ἐντολῆς αὐτοῦ. Τούτους εἰκότως ἄν τις ἐφευρετὰς ὀνομάσοι κακῶν, οἳ ταῖς ἀσελγείαις τὰς βλασφημίας συνάπτουσιν. ΙΖʹ. —Περὶ τῶν Περατῶν. Ἀδέμης δὲ ὁ Καρύστιος, καὶ ὁ Περατικὸς Εὐφράτης, ἀφ' οὗ Περάται προσηγορεύθησαν οἱ τούτων ὁμόφρονες, ἕνα κόσμον εἶναί φασι τριχῆ διῃρημένον· καὶ τὸ μὲν ἓν μέρος, οἷόν τινα πηγὴν εἶναι μεγά-