Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.369
Not analysed yet
λην, εἰς ἄπειρα διαιρεθῆναι τῷ λόγῳ δυνάμενον. Τὴν δὲ πρώτην τομὴν Τριάδα προσαγορεύουσι, καὶ καλοῦσιν αὐτὴν ἀγαθὸν τέλειον, μέγεθος πατρικόν. Τὸ δὲ δεύτερον, δυνάμεων ἀπείρων τὸ πλῆθος. Τὸ δὲ τρίτον καλοῦσιν ἰδικόν. Καὶ τὸ μὲν πρῶτον ἀγέννητον λέγουσι, καὶ ὀνομάζουσι τρεῖς θεοὺς, τρεῖς λόγους, τρεῖς νοῦς, τρεῖς ἀνθρώπους. Ἄνωθεν δὲ ἀπὸ τῆς ἀγεννησίας, καὶ τῆς πρώτης τοῦ κόσμου διαιρέσεως, παρ' αὐτὴν τὴν τοῦ κόσμου συντέλειαν, ἐν τοῖς Ἡρώδου χρόνοις κατεληλυθέναι τριφυῆ τινα ἄνθρωπον, καὶ τρίσωμον, καὶ τριδύναμον, καλούμενον Χριστόν· καὶ διελθεῖν τόν τε ἀγέννητον κόσμον, καὶ τὸν αὐτογενῆ, καὶ ἐλθεῖν εἰς τόνδε τὸν κόσμον ἐν ᾧ ἐσμεν. Κατελθὼν δὲ ὁ Χριστὸς, τὰ μὲν ἄνωθεν κατενηνεγμένα ἐπανελθεῖν ἄνω παρασκευάσει, τὰ δὲ τούτοις ἐπιβουλεύσαντα παραδώσει κολάσει. Καὶ τὸν μὲν ἀγέννητον κόσμον, καὶ τὸν αὐτογενῆ, σωθήσεσθαι λέγουσι· τοῦτον δὲ τὸν κόσμον ἀπόλλυσθαι, ὃν ἰδικὸν ὀνομάζουσι. ΙΗʹ. —Περὶ Μονοΐμου. Μονόϊμον τὸν Ἄραβα λέγουσιν ἐκ τῆς ἀριθμητικῆς ἐπιστήμης λαβόντα τὰς ἀφορμὰς, τὴν οἰκείαν αἵρεσιν διαπλᾶσαι. ΙΘʹ. —Περὶ Ἑρμογένους. Ὁ δὲ Ἑρμογένης ἐξ ὑποκειμένης ὕλης καὶ συναγεννήτου τὸν Θεὸν ἔφη δημιουργῆσαι τὰ πάντα. Ἀδύνατον γὰρ ὑπέλαβεν ὁ ἐμβρόντητος καὶ τῷ Θεῷ τῶν ὅλων, ἐκ μὴ ὄντων δημιουργεῖν. Οὗτος τοῦ Κυρίου τὸ σῶμα ἐν τῷ ἡλίῳ εἶπεν ἀποτεθῆναι, τὸν δὲ διάβολον καὶ τοὺς δαίμονας εἰς τὴν ὕλην ἀναχεθήσεσθαι. Κατὰ τούτου συνέγραψε Θεόφιλος ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, καὶ Ὠριγένης ὡσαύτως. Κατὰ δὲ Βαλεντίνου, καὶ τῶν ἐξ ἐκείνου, καὶ Εἰρηναῖος, καὶ Κλήμης, καὶ Ὠριγένης. Κʹ. —Περὶ Τατιανοῦ καὶ Ὑδροπαραστατῶν, ἤτοι Ἐγκρατιτῶν. Τατιανὸς δὲ ὁ Σύρος, σοφιστὴς ἐγεγόνει τὸ πρῶτον, ἔπειτα δὲ καὶ τοῦ θεσπεσίου Ἰουστίνου τοῦ μάρτυρος ἐγένετο φοιτητής. Μετὰ δὲ τὴν τοῦ διδασκάλου τελείωσιν, ἐπόθησε γενέσθαι προστάτης αἱρέσεως. Ἠρανίσατο δὲ τὰς τοῦ πλάσματος ἀφορμὰς, ἀπὸ μὲν Βαλεντίνου, τῶν Αἰώνων τὰς προβολὰς, ἀπὸ δὲ Σατορνίλου καὶ Μαρκίωνος, τὸ τὸν γάμον βδελύττεσθαι, καὶ τὴν τῶν ἐμψύχων, καὶ τὴν τοῦ οἴνου μετάληψιν. Τοῦτον ἔχουσιν ἀρχηγὸν οἱ λεγόμενοι Ὑδροπαραστάται καὶ Ἐγκρατιταί. Ὑδροπαραστάται δὲ ὀνομάζονται, ὡς ὕδωρ ἀντὶ οἴνου προσφέροντες· Ἐγκρατιταὶ δὲ, ὡς μήτε οἶνον πίνοντες, μήτε τῶν ἐμψύχων μεταλαμβάνοντες. Ἀπ-