Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.372
Not analysed yet
έχονται δὲ τούτων, ὡς πονηρὸν μυσαττόμενοι. Καὶ τὴν ἀγαμίαν δὲ μετίασι, πορνείαν τὸν γάμον προσαγορεύοντες, καὶ τὴν ἔννομον κοινωνίαν διαβολικὴν ὀνομάζοντες. Οὗτος καὶ τὸ διὰ τεσσάρων καλούμενον συντέθεικεν Εὐαγγέλιον, τάς τε γενεαλογίας περικόψας, καὶ τὰ ἄλλα ὅσα ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα γεγεννημένον τὸν Κύριον δείκνυσιν. Ἐχρήσαντο δὲ τούτῳ, οὐ μόνοι οἱ τῆς ἐκείνου συμμορίας, ἀλλὰ καὶ οἱ τοῖς ἀποστολικοῖς ἑπόμενοι δόγμασι, τὴν τῆς συνθήκης κακουργίαν οὐ ἐγνωκότες, ἀλλ' ἁπλούστερον ὡς συντόμῳ τῷ βιβλίῳ χρησάμενοι. Εὗρον δὲ κἀγὼ πλείους ἢ διακοσίας βίβλους τοιαύτας ἐν ταῖς παρ' ἡμῖν ἐκκλησίαις τετιμημένας, καὶ πάσας συναγαγὼν ἀπεθέμην, καὶ τὰ τῶν τεττάρων εὐαγγελιστῶν ἀντεισήγαγον Εὐαγγέλια. ΚΑʹ. —Περὶ Σευήρου. Τὴν τούτου διδασκαλίαν Σευῆρος διαδεξάμενος, ἐκ τῆς οἰκείας προσηγορίας τοὺς ὑπ' αὐτοῦ πεφενακισμένους ὠνόμασεν. Ἐντεῦθεν Σευηριανούς τινες τοὺς Ἐγκρατιτὰς καλοῦσιν. Οὗτοι καὶ τοῦ θείου Παύλου τὰς Ἐπιστολὰς, καὶ τῶν Πράξεων τὴν ἱστορίαν ἐκβάλλουσι. Κατὰ τούτων συγγράφει Μουσανὸς τῆς ἀληθείας συνήγορος, καὶ Κλήμης ὁ Στρωματεὺς, καὶ Ἀπολινάριος, ὁ τῆς κατὰ Φρυγίαν ἱερᾶς πόλεως γεγονὼς ἐπίσκοπος, καὶ Ὠριγένης. ΚΒʹ. —Περὶ Βαρδησάνου καὶ Ἁρμονίου. Βαρδησάνης δὲ ὁ Σύρος, ἐξ Ἐδέσης ὁρμώμενος, ἐν τοῖς Οὐήρου Μάρκου Καίσαρος ἤκμασε χρόνοις. Τοῦτόν φασι πολλὰ τῆς Βαλεντίνου περικόψαι μυθολογίας. Πολλὰ δὲ καὶ τῇ Σύρων συνέγραψε γλώττῃ, καὶ ταῦτά τινες μετέφρασαν εἰς τὴν Ἑλλάδα φωνήν. Ἐντετύχηκα δὲ κἀγὼ λόγοις αὐτοῦ, καὶ κατὰ εἱμαρμένης γραφεῖσι, καὶ πρὸς τὴν Μαρκίωνος αἵρεσιν, καὶ ἄλλοις οὐκ ὀλίγοις. Φασὶ δὲ καὶ Ἁρμόνιον, τούτου παῖδα γενόμενον, ἐν Ἀθήναις τὴν Ἑλληνικὴν παιδευθῆναι φωνήν. Πολλὰ δὲ καὶ οὗτος συνέγραψε, τῇ Σύρων γλώττῃ χρησάμενος. Τὴν τῶν ἀμφοτέρων δὲ πλάνην Ἐφραὶμ ὁ Σύρος ὁ πανεύφημος γενναίως διήλεγξεν. ΚΓʹ. —Περὶ Φλωρίνου καὶ Βλάστου. Καὶ Φλωρῖνος δὲ, καὶ Βλάστος, εἰς τὸν τῶν ἐν Ῥώμῃ πρεσβυτέρων συντελοῦντες κατάλογον, εἰς τὴν Βαλεντίνου λώβην ἀπέκλιναν. Τούτων φασὶ τὴν νόσον τὸν τρισμακάριον Εἰρηναῖον ὀλοφυρόμενον, τὴν κατὰ Βαλεντίνου ποιήσασθαι συγγραφήν. Οὗτοι μὲν οὖν ἅπαντες ἀπὸ τοῦ Σίμωνος ἀρξάμενοι, συγγενῆ τινα ἀλλήλοις ἀπεκύησαν δόγματα, Αἰῶνάς τινας ὀνομάσαντες, καὶ προβολὰς Αἰώνων, καὶ ἄλλας προβολὰς προβολῶν. ΚΔʹ. —Περὶ Κέρδωνος καὶ Μαρκίωνος. Μαρκίων δὲ, καὶ Κέρδων ὁ τούτου διδάσκαλος, καὶ