Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.381
Not analysed yet
Ἀλδὰν Σύροις ἀπέστειλε κήρυκα, Ἰνδοῖς δὲ τὸν Θωμᾶν. Ἐπειδὴ δὲ ἐπανῆλθον οὗτοι, παντοδαπὰ λέγοντες ὑπομεμενηκέναι δεινὰ, μηδενὸς ἀνεχομένου τὸν Μάνητα διδάσκαλον δέξασθαι, ἐτόλμησεν ἑαυτὸν ὁ παμπόνηρος καὶ Χριστὸν προσαγορεῦσαι, καὶ Πνεῦμα ἅγιον ὀνομάσαι, καὶ ἐπεστάλθαι ἔφησε κατὰ τὴν τοῦ Σωτῆρος ὑπόσχεσιν. Ἐπηγγείλατο γὰρ ὁ Κύριος πέμψειν ἄλλον Παράκλητον. Οὗτος δυοκαίδεκα μαθητὰς κατὰ τὸν Κυριακὸν ποιησάμενος τύπον, εἰς τὴν μέσην ἀφίκετο τῶν ποταμῶν, ἀποδιδράσκων τὸν Περσῶν βασιλέα. Θεραπεύσειν γὰρ νεανιευσάμενος πάθει τινὶ περιπεσόντα τὸν τοῦ βασιλέως υἱὸν, μείζοσι κακοῖς περιέβαλεν. Ἐπειδὴ δὲ καὶ ἐντεῦθεν ὡς προφανὴς ἀντίθεος ἐξηλάθη, καὶ τὴν Περσίδα κατέλαβε, συλληφθεὶς ὑπὸ τοῦ βασιλέως, τὴν Περσικὴν ὑπέμεινε τιμωρίαν, καὶ τοῦ δέρματος γυμνωθεὶς παρεδόθη κυσί. Τοιοῦτο τοῦ Μάνεντος τὸ τέλος, ταῦτα τῆς δυσσεβοῦς αἱρέσεως τὰ κεφάλαια. Εἰ γὰρ ἅπαντά τις τῶν μύθων τὸν φλήναφον ἐθελήσοι διεξελθεῖν, παμπόλλων ἂν δεηθείη βιβλίων. Τοιαῦτα ταῖς τῶν ἀνοσίων ἀνθρώπων διανοίαις ὁ παμπόνηρος δαίμων ἐνήχησε δόγματα, τοιούτοις ἐχρήσατο λοχαγοῖς καὶ ταξιάρχαις, κατὰ τῆς ἀληθείας παραταττόμενος. Ἀλλ' ἱστὸν ἀράχνης, προφητικῶς εἰπεῖν, ὕφηνε. Ῥᾷστα γὰρ ὁ Δεσπότης τὸ ψεῦδος διήλεγξε, καὶ τὰς συμμορίας τῶν τούτου συνηγόρων διέλυσε. Κατὰ δὲ τῆς τοῦ Μάνεντος δυσσεβείας συνέγραψαν οἱ ἄριστοι τῆς εὐσεβείας συνήγοροι, Τῖτος καὶ Διόδωρος, ὁ μὲν τὴν Βοστρηνῶν Ἐκκλησίαν ποιμάνας, ὁ δὲ τὴν Κιλίκων ἰθύνας μητρόπολιν. Συνέγραψε δὲ καὶ ὁ Λαοδικεὺς Γεώργιος, ἀνὴρ τῆς μὲν Ἀρείου προστατεύων αἱρέσεως, τοῖς δὲ φιλοσόφοις ἐντεθραμμένος μαθήμασι. Πρὸς δὲ τούτοις καὶ ὁ Φοίνιξ Εὐσέβιος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν. Ἐγὼ δὲ ἐπὶ τὴν ἑτέραν μεταβήσομαι φάλαγγα. ΑΙΡΕΤΙΚΗΣ ΚΑΚΟΜΥΘΙΑΣ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Πρόλογος. αʹ. Περὶ Ἐβίωνος. βʹ. Περὶ Ναζωραίων. γʹ. Περὶ Κηρίνθου. δʹ. Περὶ Ἀρτέμωνος. εʹ. Περὶ Θεοδότου.