Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.384
Not analysed yet
ϛʹ. Περὶ Μελχισεδεκιανῶν. ζʹ. Περὶ Ἐλκεσαίων ηʹ. Περὶ Παύλου τοῦ Σαμοσατέως. θʹ. Περὶ Σαβελλίου. ιʹ. Περὶ Μαρκέλλου. ιαʹ. Περὶ Φωτεινοῦ. ΠΡΟΛΟΓΟΣ. Περὶ τῶν ἀποστόλοις συνακμασάντων αἱρετικῶν. Οἵους μὲν ἡ πικροτάτη ῥίζα τοῦ Σίμωνος ἐβλάστησε κλάδους, καὶ ὡς ὀλεθρίους ἔφυσαν οὗτοι καρποὺς, ἐν τῷ πρώτῳ βιβλίῳ σαφῶς ἐπεδείξαμεν, τὸ μὲν τῶν μύθων μῆκος ὡς ἐνῆν συντεμόντες, τῶν δὲ βλασφημιῶν τὰς μεγίστας εἰπεῖν ὀῤῥωδήσαντες, τὰ δέ γε τῶν μιαρωτάτων ὀργίων δυσαγέστερά τε καὶ μυσαρώτερα παραδεδωκότες σιγῇ. Πλημμελεῖν γὰρ ὑπελάβομεν, εἰ ταῦτα τοὺς ἀγνοοῦντας διδάξαιμεν· οὐδὲ γὰρ οἱ παντελῶς ταῖς ἡδυπαθείαις δεδουλωμένοι, εἰς ἔννοιαν ἔλαβον τὰ παρ' ἐκείνων τολμώμενα. Ταῦτα δὲ αὐτῶν ταῖς ψυχαῖς ὁ παμπόνηρος ἐνήχησε δαίμων, τὸν κατὰ κηρύκων τῆς ἀληθείας ἀναδεξάμενος πόλεμον, καὶ δόξαν πονηρὰν τῶν τὰ θεῖα πρεσβευόντων διὰ τούτων κατασκεδάσαι πειρώμενος· τῆς γὰρ ἐπωνυμίας τὴν κοινωνίαν πᾶσιν ὑπέλαβεν ἐποίσειν τὴν βλασφημίαν· Χριστιανοὶ γὰρ καὶ τῶν μυσαρῶν δογμάτων οἱ διδάσκαλοι, καὶ τῶν εὐαγγελικῶν οἱ κήρυκες ὠνομάζοντο, καὶ πᾶς ἀγνοῶν τὸ διάφορον, πάντας ἐναγεῖς ὑπελάμβανε τοὺς τῆς μιᾶς προσηγορίας μετέχοντας. Καὶ ταῦτα τετόλμηκεν ὁ τῆς κακίας εὑρετὴς καὶ τεχνίτης, εὐθὺς τοῦ τῆς ἀληθείας φωτὸς ἀνατείλαντος, καὶ δίκην ἀκτίνων τοὺς θείους ἀποστόλους εἰς τὴν οἰκουμένην ἐκπέμψαντος. Ἔτι γὰρ αὐτῶν περιόντων, καὶ Σίμων ἀνεφάνη, καὶ Μένανδρος, καὶ οἱ ἄλλοι τοῦ Σίμωνος φοιτηταὶ, ὧν καὶ πρόσθεν ἐμνήσθημεν. Καὶ Κήρινθον δέ φασιν, Ἰωάννου τοῦ πανευφήμου τοῦ τὸ θεῖον συγγράψαντος Εὐαγγέλιον ἔτι περιόντος, τὰ τῆς οἰκείας αἱρέσεως παρασπεῖραι ζιζάνια. Καὶ ὁ θεσπέσιος δὲ Παῦλος ἄλλων ἐν ταῖς πρὸς Τιμόθεον Ἐπιστολαῖς κατηγόρησε. Λέγει δὲ οὕτως «Τὰς δὲ βεβήλους κενοφωνίας περιίστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει. Ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητὸς, οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τήν τινων πίστιν.» Εἶτα δείκνυσι τὸ τῆς ἀληθείας ἑδραῖον καὶ σταθηρόν· «Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην.» Διδάσκει δὲ καὶ ὅπως κήδεται τῶν οἰκείων ὅλων ὁ Κύριος· «Ἔγνω γὰρ, φησὶ, Κύριος τοὺς ὄντας αὐτοῦ.» Εἶτα παραινεῖ φεύγειν τῶν φαύλων τὴν κοινωνίαν· «Καὶ ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.» Ἔπειτα ἐκ παραδείγματος ἰατρεύει τοὺς δυσχεραίνοντας ὅτι τοῖς ἀγαθοῖς οἱ πονηροὶ συνδιάγουσιν. «Ἐν μεγάλῃ γὰρ, φησὶν, οἰκίᾳ οὐκ ἔστι μόνον χρυσᾶ σκεύη, καὶ