Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.397
Not analysed yet
πλησίως ἠρνήθη τῶν ὑποστάσεων τὴν τριάδα. Ἔκτασιν δέ τινα τῆς τοῦ Πατρὸς θεότητος ἔφησεν εἰς τὸν Χριστὸν ἐληλυθέναι, καὶ ταύτην Θεὸν Λόγον ἐκάλεσε· μετὰ δὲ τὴν σύμπασαν οἰκονομίαν πάλιν ἀνασπασθῆναι, καὶ συσταλῆναι πρὸς τὸν Θεὸν, ἐξ οὗπερ ἐξετάθη. Τὸ δὲ πανάγιον Πνεῦμα παρέκτασιν τῆς ἐκτάσεως λέγει, καὶ ταύτην τοῖς ἀποστόλοις παρασχεθῆναι. Καὶ ἁπαξαπλῶς ὑπέθετο Τριάδα ἐκτεινομένην καὶ συστελλομένην κατὰ διαφόρους οἰκονομίας. ΙΑʹ. Περὶ Φωτεινοῦ. Ὁ δὲ Φωτεινὸς, μίαν ἐνέργειαν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος εἴρηκεν, ἑτέροις ὀνόμασι τὴν τῶν Σαβελλίου δογμάτων κηρύττων διάνοιαν. Κατὰ τῶν τεττάρων τούτων συνέγραψεν ὁ θεῖος Διόδωρος ὁ τὴν Κιλίκων ἰθύνας μητρόπολιν, Θεὸν προαιώνιον τὸν Χριστὸν ἀποδείξας, ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐνανθρωπήσαντα, καὶ τὴν τῶν ἀνθρώπων πραγματευσάμενον σωτηρίαν. Ταύτας ἁπάσας τὰς αἱρέσεις ἐπὶ ἀναιρέσεως τοῦ Μονογενοῦς θεότητος ἐπινενόηκεν ὁ τῶν ἀνθρώπων ἀλάστωρ· ἀλλ' ἔσβεσεν ἁπάσας ὁ ἐπιτιμῶν ἀβύσσῳ, καὶ ξηραίνων αὐτὴν, ὁ λέγων τῇ ἀβύσσῳ· «Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ.» Οὐδὲ γὰρ βραχὺ τούτων διέμεινε λείψανον· οὐ Κηρινθιανῶν, οὐκ Ἐβιωνέων, οὐ Θεοδοτιανῶν, οὐκ Ἐλκεσαίων, οὐ Μελχισεδεκιανῶν, οὐ Σαβελλιανῶν, οὐ Παυλιανιστῶν, οὐ Μαρκελλιανῶν, οὐ Φωτεινιανῶν· ἀλλὰ πάντα καθάπαξ τῷ ζόφῳ παρεδόθη τῆς λήθης, καὶ οὐδὲ τὰ τούτων ὀνόματα τοῖς πολλοῖς ἐστι γνώριμα. Ἀψευδὴς γὰρ τοῦ Σωτῆρος ἡμῶν ὁ λόγος, ὅτι «Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.» Τὰ δὲ θεῖα τῶν Εὐαγγελίων τέθηλε δόγματα, καὶ ἐξετάθη μέχρι θαλάττης τῶν ἀποστόλων τὰ κλήματα, καὶ αἱ παραφυάδες τὴν οἰκουμένην ἐπλήρωσαν, καὶ ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας, καὶ τῆς προῤῥήσεως τὴν ἀλήθειαν ἔδειξε τῶν πραγμάτων ἡ μαρτυρία.