Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.400
Not analysed yet
ΑΙΡΕΤΙΚΗΣ ΚΑΚΟΜΥΘΙΑΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ. Πρόλογος. αʹ. Περὶ Νικολαϊτῶν. βʹ. Περὶ Μοντανιστῶν. γʹ. Περὶ Νοητοῦ τοῦ Σμυρναίου. δʹ. Περὶ τῶν Τεσσαρεσκαιδεκατιτῶν. εʹ. Περὶ Ναυάτου. ϛʹ. Περὶ Νέπωτος. ΠΡΟΛΟΓΟΣ. Ὅτι καὶ περὶ τῶν ἐσομένων αἱρέσεων προείρηκεν ὁ Δεσπότης Χριστός. Ἐπειδὴ τὰς ἐναντίας ἀλλήλαις αἱρέσεις ἐν τοῖς προτέροις βιβλίοις πεποιήκαμεν δήλας, φέρε δὴ καὶ τὰς ἄλλας, αἳ μεταξὺ τούτων κἀκείνων ἐβλάστησαν, τοὺς ἀγνοοῦντας διδάξωμεν. Καθάπερ γὰρ οἱ ἀρουραῖοι μῦες ἔκ τινος δυσκρασίας ἀέρος καὶ σηπεδόνος δυσώδους ποιότητος ἐκ τῆς γῆς ἀναδίδονται, καὶ λυμαίνονται μὲν σπέρματα, λυμαίνονται δὲ φυτὰ, οἱ δὲ γηπόνοι τούτους θηρεύοντες διαφθείρουσιν· οὕτω ἐκ τῆς τοῦ διαβόλου κακοτεχνίας ἀνεφάνησαν αἱρέσεις, αἳ τῶν ἀνθρώπων τοὺς κουφοτέρους ἐσίνοντο· ἀλλὰ ταύτας τῆς εὐσεβείας οἱ ἄριστοι γεωργοὶ τῶν θείων ληΐων ἐξήλασαν, καὶ φρούδους ἀπέφηναν. Τὰς δὲ τούτων ἐπιβουλὰς, καὶ διὰ τῆς τῶν ζιζανίων παραβολῆς ὁ Δεσπότης προείρηκε, καὶ διαῤῥήδην τοὺς ἀποστόλους ἐδίδαξε, ποτὲ μὲν εἰπὼν, πολλοὺς ψευδοχρίστους καὶ ψευδοπροφήτας καὶ ψευδαποστόλους φανήσεσθαι· ποτὲ δὲ φυλάττεσθαι, τούτους παρεγγυήσας, καὶ ἐπαγαγών· «Πολλοὶ ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες.» Εἶτα διδάσκει, πῶς διαγνῶναι προσήκει τὴν τοῦ προβάτου, καὶ τὴν τοῦ τὸ κώδιον περιβεβλημένου λύκου διαφοράν. «Ἐκ τῶν καρπῶν γὰρ αὐτῶν, φησὶν, ἐπιγνώσεσθε αὐτούς.» Ἔπειτα διά τινος εἰκόνος σαφέστερον ἀποφαίνει τὸν λόγον. «Μήτι γὰρ, φησὶ, συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς, ἢ ἀπὸ τριβόλων σῦκα; Οὕτω πᾶν δένδρον ἀγαθὸν ἀγαθοὺς καρποὺς ποιεῖ, τὸ δὲ πονηρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ.» Καὶ πλατύνας τὸν λόγον ἐπήγαγεν· «Ἄρα γε ἐκ