Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.404
Not analysed yet
Μαξιμίλλαν, καὶ τὰ τούτων συγγράμματα προφητικὰς προσηγόρευσε βίβλους, Πέπουζαν δὲ τὴν κώμην ὠνόμασεν Ἱερουσαλήμ. Οὗτος καὶ γάμον διαλύειν ἐνομοθέτησε, καὶ νηστείας καινὰς παρὰ τὸ τῆς Ἐκκλησίας ἐπεισήγαγεν ἔθος. Τὸν δὲ περὶ τῆς θείας Τριάδος οὐκ ἐλυμήνατο λόγον, καὶ τὰ περὶ τῆς τοῦ κόσμου δημιουργίας ὁμοίως ἡμῖν ἐδογμάτισεν. Οἱ δὲ τῆς τούτου διδασκαλίας ἐξηρτημένοι, καλοῦνται μὲν ἀπὸ τούτου Μοντανισταὶ, καλοῦνται δὲ κατὰ Φρύγας ἀπὸ τοῦ ἔθνους, Πεπουζιανοὶ δὲ ἀπὸ τῆς κώμης, ἣν Ἱερουσαλὴμ ἐκεῖνος ὠνόμασεν. Αἱ δὲ τῆς Πρισκίλλης καὶ Μαξιμίλλης προφητεῖαι ὑπὲρ τὸ θεῖον Εὐαγγέλιον τετίμηνται παρ' αὐτοῖς. Περὶ δὲ τῶν μυστηρίων τινὲς μὲν θρυλλοῦσί τινα, ἐκεῖνοι δὲ οὐ συνομολογοῦσιν, ἀλλὰ συκοφαντίαν τὴν κατηγορίαν καλοῦσι. Τινὲς δὲ αὐτῶν τὰς τρεῖς ὑποστάσεις τῆς θεότητος Σαβελλίῳ παραπλησίως ἠρνήσαντο, τὸν αὐτὸν εἶναι λέγοντες, καὶ Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, παραπλησίως τῷ Ἀσιανῷ Νοητῷ. Κατὰ τούτων συνέγραψεν Ἀπολινάριος, ὁ τῆς κατὰ Φρυγίαν ἱερᾶς πόλεως ἐπίσκοπος γεγονὼς, ἀνὴρ ἀξιέπαινος, καὶ πρὸς τῇ γνώσει τῶν θείων καὶ τὴν ἔξωθεν παιδείαν προσειληφώς. Ὡσαύτως δὲ καὶ Μιλτιάδης, καὶ Ἀπολλώνιος, καὶ ἕτεροι συγγραφεῖς. Κατὰ δὲ Πρόκλου τῆς αὐτῆς αἱρέσεως προστατεύσαντος συνέγραψε Γάϊος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν. Γʹ. —Περὶ Νοητοῦ τοῦ Σμυρναίου. Ὁ δὲ Νοητὸς Σμυρναῖος μὲν ἦν τὸ γένος, ἀνενεώσατο δὲ τὴν αἵρεσιν, ἢν Ἐπίγονος μέν τις οὕτω καλούμενος ἀπεκύησε πρῶτος, Κλεομένης δὲ παραλαβὼν ἐβεβαίωσε. Ταῦτα δέ ἐστι τῆς αἱρέσεως τὰ κεφάλαια. Ἕνα φασὶν εἶναι Θεὸν καὶ Πατέρα, τῶν ὅλων δημιουργόν· ἀφανῆ μὲν ὅταν ἐθέλῃ, φαινόμενον δὲ ἡνίκα ἂν βούληται· καὶ τὸν αὐτὸν ἀόρατον εἶναι καὶ ὁρώμενον, καὶ γεννητὸν καὶ ἀγέννητον· ἀγέννητον μὲν ἐξ ἀρχῆς, γεννητὸν δὲ ὅτε ἐκ Παρθένου γεννηθῆναι ἠθέλησε· ἀπαθῆ καὶ ἀθάνατον, καὶ πάλιν αὖ παθητὸν καὶ θνητόν. Ἀπαθὴς γὰρ ὢν, φησὶ, τὸ τοῦ σταυροῦ πάθος ἐθελήσας ὑπέμεινε. Τοῦτον καὶ Υἱὸν ὀνομάζουσι καὶ Πατέρα,