Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.401
Not analysed yet
τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.» Ἱκανὰ μὲν οὖν καὶ αὐτὰ καθ' ἑαυτὰ τὰ δυσαγῆ καὶ παμμίαρα δόγματα τὸν οἰκεῖον ἐπιδεῖξαι πατέρα. «Ἐκ γὰρ τοῦ καρποῦ, φησὶ, τὸ δένδρον γινώσκεται.» Ἀπόχρη δὲ καὶ τὸ τούτων τέλος διελέγξαι τὸ ψεῦδος. Εὐδιάλυτον γὰρ τὸ ψεῦδος, μόνιμον δὲ τῆς ἀληθείας τὸ κράτος. Διά τοι τοῦτο, φροῦδοι μὲν τῆς διαβολικῆς ἐνεργείας οἱ μῦθοι· ἀνθεῖ δὲ καὶ τέθηλε τῶν Εὐαγγελίων τὰ δόγματα. Καὶ πολλῶν πεπολεμηκότων, καὶ δήμων, καὶ δημαγωγῶν, καὶ στρατηγῶν, καὶ βασιλέων, διέμεινεν ἐπὶ τῆς πέτρας ἐρηρεισμένα τὰ τῆς Ἐκκλησίας θεμέλια· οἱ δὲ τῶν δυσωνύμων αἱρέσεων κήρυκες ἔφυγον, κατὰ τὸν εἰρηκότα Σοφὸν, οὐδενὸς διώκοντος. Αὐτοῦ γάρ ἐστι φωνή· «Ἀνῆκά μου τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡσεὶ χόρτος ξηρὸς ἐπὶ δωμάτων· τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, καὶ ἡ δικαιοσύνη μου οὐ μὴ ἐκλίπῃ.» Ἀλλ' ἐπὶ τὴν διήγησιν τῶν ὑπολοίπων μεταβῶμεν δογμάτων. Αʹ. —Περὶ Νικολαϊτῶν. Ἡ Νικολαϊτῶν αἵρεσις οὐ μόνον ἐξ ἀνοίας, ἀλλὰ καὶ ἐξ ἀκολασίας συνέστη. Σαφέστερον δὲ τὰ περὶ ταύτης ὁ Κλήμης ἐδίδαξεν. Ἔφη δὲ τὸν Νικόλαον ἕνα γεγενῆσθαι τῶν ἑπτὰ διακόνων, οὓς ὁ χορὸς τῶν ἀποστόλων διὰ τὴν τῶν χηρῶν ἐχειροτόνησε θεραπείαν. Εὔοπτον δὲ ἐσχηκότα γυναῖκα, αἰτιαθῆναι παρὰ τοῖς ἀποστόλοις, ὡς ζηλοτυπίας εἰσδεξάμενον πάθος. Τοῦτον δὲ ἀποτρέψασθαι τήνδε τὴν δόξαν πειρώμενον, εἰς μέσον ἀγαγεῖν τὴν γυναῖκα, καὶ ἐπιτρέψαι κοινωνῆσαι αὐτῇ τὸν βουλόμενον· οὐ τοῦτο νομοθετοῦντα, ἀλλὰ τὴν τῶν κατηγορηκότων συκοφαντίαν ἐλέγχοντα. Ἐντεῦθεν τινὲς τὸ παρὰ τούτου διὰ τὴν προῤῥηθεῖσαν αἰτίαν γενόμενον κάκιστα παραδεξάμενοι, κοινὰς ἔχειν τὰς γυναῖκας ἐνομοθέτησαν. Τὸν δὲ Νικόλαον ὁ Κλήμης ἔφη τῶν ἐπὶ σωφροσύνῃ λαμπρυνομένων γενέσθαι, καὶ τὰ τέκνα τὴν ὑπὲρ φύσιν ἁγνείαν ἐκπαιδεῦσαι, καὶ τὸν μὲν υἱὸν ἠΐθεον διαμεῖναι, τὰς δὲ θυγατέρας παρθένους. Ἐξ ὧν οὐχ ἥκιστα διελέγχονται ψευδῶς σφᾶς αὐτοὺς ἐκ τῆς τοῦδε προσηγορίας ἐπονομάζοντες οἱ τὴν προῤῥηθεῖσαν ἀκολασίαν ἐπιτηδεύοντες. Κατὰ τούτων καὶ ὁ προῤῥηθεὶς συνέγραψε Κλήμης, καὶ Εἰρηναῖος, καὶ Ὡριγένης, καὶ Ἱππόλυτος ὁ ἐπίσκοπος καὶ μάρτυρ. Βʹ. —Περὶ Μοντανιστῶν. Τῆς δὲ κατὰ Φρύγας καλουμένης αἱρέσεως ἤρξατο Μοντανὸς, ἀπὸ κώμης τινὸς ἐκεῖ διακειμένης ὁρμώμενος, Ἀρδαβᾶν καλουμένης. Οὗτος οἰστρηθεὶς ἔρωτι φιλαρχίας Παράκλητον ἑαυτὸν προσηγόρευσε, καὶ προφήτιδας ἐποιήσατο δύο, Πρίσκιλλαν καὶ