Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.408
Not analysed yet
καὶ τὸ εἶναι πρεσβύτερον. Ἀλλ' ὅμως καὶ τῶνδε τῶν λόγων ἀκούσαντες οἱ συνεληλυθότες εἰς τὴν Ῥώμην ἐπίσκοποι, ἐπειράθησαν πεῖσαι συνθέσθαι τοῖς ἄριστα δόξασιν. Ἐπειδὴ δὲ εἶδον λυττῶντα, καὶ τὴν θεομισῆ νομοθετοῦντα ὠμότητα, τοῦ τῆς Ἐκκλησίας ἐχώρισαν σώματος, Κορνηλίου τότε τὴν Ῥώμην ἰθύνοντος. Οὗτος ὁ Ναυᾶτος, ὀλίγους τινὰς καὶ λίαν εὐαριθμήτους κοινωνῆσαι τῆς αἱρέσεως πείσας, εἰς τὴν Ἰταλίαν ἐξῆλθε, καὶ τρεῖς πολιχνίων ἐπισκόπους ἐξαπατήσας ἦγεν, ὡς δῆθεν πρεσβευσομένους ὑπὲρ αὐτοῦ πρὸς τὸν τῆς Ῥώμης ἐπίσκοπον. Εἴς τινα δὲ κώμην σὺν αὐτοῖς ἀφικόμενος, ἠνάγκασεν ἐπισκοπικῆς αὐτῷ μεταδοῦναι χειροτονίας, καὶ ταύτην αὐτοὶ τὴν βίαν ὠδύραντο, καταλαβόντες τὴν Ῥώμην, καὶ τὰ γεγενημένα διδάξαντες. Οὕτω κλέψας τὴν χειροτονίαν ὁ δείλαιος, γέγονε τῆς αἱρέσεως ἀρχηγός. Τοὺς δὲ τῆς οἰκείας συμμορίας οὐ Ναυατιανοὺς μόνον, ἀλλὰ καὶ Καθαροὺς προσηγόρευσεν. Καὶ οὐδὲ τὴν τοῦ Δεσπότου Θεοῦ κατηγορίαν ἔδεισεν, ἣν κατά τινων ἐποιήσατο λέγων· «Οἱ λέγοντες· Καθαρός εἰμι, μή μου ἅπτου·» καὶ ἐπήγαγεν· «Αὐτὸς καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.» Κύριος γὰρ «ὑπερηφάνοις ἀντιτάσσεται.» Οἱ δὲ τούτου διάδοχοι καὶ ἕτερα τῷ δόγματι προστεθείκασι· τοὺς γὰρ δευτέροις γάμοις ὡμιληκότας τῶν ἱερῶν ἐξελαύνουσι μυστηρίων· καὶ παντελῶς τὸν τῆς μετανοίας τῶν οἰκείων συλλόγων ἐξορίζουσι λόγον· καὶ τοῖς ὑπὸ σφῶν βαπτιζομένοις τὸ πανάγιον οὐ προσφέρουσι χρίσμα. Διά τοι τοῦτο καὶ τοὺς ἐκ τῆσδε τῆς αἱρέσεως τῷ σώματι τῆς Ἐκκλησίας συναπτομένους χρίειν οἱ πανεύφημοι Πατέρες προσέταξαν. Κατὰ ταυτησὶ τῆς αἱρέσεως πολλὰς μὲν ἐπιστολὰς ὁ Κορνήλιος ἔγραψε, πολλὰς δὲ Διονύσιος ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, καὶ ἕτεροι δὲ πολλοὶ τῶν τηνικάδε ἐπισκόπων, δι' ὧν κατάδηλος εὐθὺς ἐγένετο πᾶσιν ἡ τοῦ Ναυάτου ὠμότης. ϛʹ. —Περὶ Νέπωτος. Νέπως δὲ, τῆς Αἰγυπτιακῆς ἐπίσκοπος πόλεως, κατὰ μὲν τὰ ἄλλα πάντα τοῖς τῆς Ἐκκλησίας δόγμασι συνεφώνει, περὶ δὲ τὰς θείας ἐπαγγελίας ἡμάρτανεν, ἐν τῇ γῇ ταύτας ἡγούμενος ἔσεσθαι, καὶ βρῶσιν, καὶ πόσιν, καὶ τὰς Ἰουδαϊκὰς ἑορτὰς, καὶ χιλίων ἐτῶν περιόδους ἐν τούτοις δαπανωμένας. Κατὰ τούτου πάλιν συνέγραψε Διονύσιος ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, ἐν μὲν τοῖς ἄλλοις ἐπαινῶν, ἐν δὲ τούτοις διελέγχων τὸν πλάνον. Ταῦτα μὲν μεταξὺ τῶν ἀρνουμένων τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἀνθρωπότητα, καὶ τῶν ψιλὸν ἄνθρωπον ἀποκαλούντων τὸν καὶ Θεὸν ὑπάρχοντα