Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.409
Not analysed yet
προαιώνιον, ἀνεφύη τὰ δόγματα. Καὶ τούτων δὲ τὰ πλεῖστα, εὐθὺς βλαστήσαντα ἐμαράνθη, καὶ αὖα μεμένηκε. Τίς γὰρ οἶδέ τινα νῦν ἀπὸ Νέπωτος, ἢ Νικολάου, ἢ Νοητοῦ, ἢ Πρόκλου προσαγορευόμενον; Μοντανιστῶν δὲ, καὶ Ναυατιανῶν, καὶ Τεσσαρεσκαιδεκατιτῶν, ἀπήλλακται μὲν ἡ Ἑῴα παντάπασιν, ἀπήλλακται δὲ καὶ Αἴγυπτος, καὶ Λιβύη, ἐλευθέρα δὲ τούτων καὶ ἡ Ἑσπέρα· μόρια δὲ σμικρὰ τῆς Ἀσιανῆς, καὶ τῆς Ποντικῆς, τὰ τούτων ἔχοντά εἰσι ζιζάνια. Οὔτε γὰρ ὁ Πολεμωνιακὸς Πόντος, οὔτ' Ἑλενόποντος, οὔτε αἱ Ἀρμενίαι, οὔτε αἱ Καππαδοκίαι, οὐ Λυκαονία, οὐ Πισιδία, οὐ Παμφυλία, οὐ Λυκία, οὐ Καρία δὲ, τάσδε τὰς αἱρέσεις ἐδέξαντο. Τῶν δὲ τὴν ἀλήθειαν πρεσβευόντων πλήρεις μὲν αἱ ἤπειροι, πλήρη δὲ καὶ αὐτὰ τῆς οἰκουμένης τὰ τέρματα. Ἀληθὴς γὰρ τοῦ Θεοῦ τῶν ὅλων ἡ πρόῤῥησις, ἣν διὰ τῆς προφητικῆς ἐποιήσατο γλώττης, πρὸς τὸν Σωτῆρα λέγων· «Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.» Συνῳδὰ δὲ τῷ Ἡσαΐᾳ καὶ ὁ μακάριος λέγει Δαβίδ· «Κατακυριεύσει γὰρ, φησὶν, ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.» Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι· βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσι. —Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.» Αἱ δὲ προῤῥήσεις αὗται διὰ τῆς Ἐκκλησίας τὸ πέρας ἐδέξαντο. Ἡ δὲ τῶν αἱρετικῶν διδασκαλία, ἡ μὲν πρόῤῥιζος ἀνεσπάσθη, ἡ δὲ τῶν ἡμιξήρων φυτῶν οὐδὲ διενήνοχεν, ἐν πόλεσιν ὀλίγαις καὶ κώμαις μεμενηκυῖα, καὶ τὸ τῶν συντεθεικότων ἀσθενὲς καὶ ψευδὲς ὑποφαίνουσα. Κύριος γὰρ «διασκεδάζει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας, καὶ ἱστᾷ ῥήματα παιδὸς αὑτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὑτοῦ δείκνυσιν ἀληθῆ.» Καὶ, «Διασκεδάζει βουλὰς ἐθνῶν, καὶ ἀθετεῖ λογισμοὺς λαῶν· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει· λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Μακάριον οὖν τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτοῦ.»