Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.413
Not analysed yet
ἀντεῖπε. τοῖς λεγομένοις, καὶ τοῦ πανσόφου διδασκάλου τοῦ Πατρὸς τὸν Υἱὸν ὁμοούσιον λέγοντος, οὗτος ἀντέλεγε, κτίσμα ἀποκαλῶν, ὃν υἱὸν γνήσιον προσηγόρευσε· κἀκείνου τὸν Θεὸν Λόγον συναΐδιον λέγοντος τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐν ἀρχῇ ὄντα, καὶ Θεὸν ὄντα Λόγον, καὶ ἀπαύγασμα τῆς δόξης· οὗτος ἐξ οὐκ ὄντων ἔλεγε γεγενῆσθαι τὸν ὄντα, καὶ τρεπτὴν αὐτὸν ἔχειν ἔφησε φύσιν. Καὶ μέντοι καὶ τὸν τῆς ἐνανθρωπήσεως ἠκρωτηρίασε λόγον. Σῶμα γὰρ αὐτὸν ἄψυχον ἔφη εἰληφέναι, ἐνηργηκέναι δὲ τὰ τῆς ψυχῆς τὴν θεότητα, ὥστε ταύτῃ προσάψαι τὴν ἀπὸ τοῦ σώματος ἐγγινομένην συμπάθειαν. Οὗτος καὶ τῆς δοξολογίας τοὺς νόμους καταλιπὼν, οὓς οἱ ἐξ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου παρέδοσαν, ἕτερον ἐπεισήγαγε τύπον, δοξάζειν, τοὺς ἐξηπατημένους διδάξας τὸν Πατέρα διὰ τοῦ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι. Καὶ τὴν μὲν ἐπὶ τοῦ θείου βαπτίσματος γινομένην ἐπίκλησιν ἐναλλάξαι διὰ τὸ τῆς παραβάσεως προφανὲς οὐκ ἐθάῤῥησεν· ἀλλὰ κατὰ τὴν Δεσποτικὴν ἐντολὴν, βαπτίζειν μὲν παρέδωκεν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· δοξάζειν δὲ κατὰ τὸν τοῦ βαπτίσματος διεκώλυσε νόμον, καίτοι τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, οὐχ ἁπλῶς βαπτίσαι, ἀλλὰ πρότερον μαθητεῦσαι προστεταχότος. «Πορευθέντες γὰρ, ἔφη, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Κατὰ τοῦτον δὲ τὸν νόμον καὶ οἱ θεῖοι ἀπόστολοι, καὶ οἱ μετ' ἐκείνους τῆς Ἐκκλησίας διδάσκαλοι, μαθητεύουσι τοὺς προσιόντας πιστεύειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ τοὺς μαθητευθέντας βαπτίζουσιν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Οὗ δὴ χάριν, οἱ τῆς δωρεᾶς ἀπολαύσαντες, ὡς ἐμαθητεύθησαν καὶ ἐβαπτίσθησαν, δοξάζουσι τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα Σχέτλιον γὰρ, τοὺς παρὰ τῆς ἁγίας Τριάδος κομισαμένους τὴν τοῦ βαπτίσματος δωρεὰν, μόνῳ τὴν δοξολογίαν προσενεγκεῖν τῷ Πατρὶ, καὶ ἀγέραστον καταλιπεῖν τὸν Υἱὸν, καὶ τὸ πανάγιον Πνεῦμα. Ἀλλὰ ταῦτα μὲν ἐν οἷς κατ' ἐκείνων συνεγράψαμεν διὰ πλάτους εἰρήκαμεν· τῆς δὲ παρούσης συγγραφῆς ὁ σκοπὸς αἱρέσεως ἑκάστης ἐπιδεῖξαι τὸν χαρακτῆρα. Τοῦτον τοίνυν τὸν Ἄρειον, ταῦτα πεφρονηκότα, οἱ ἐν Νικαίᾳ συνεληλυθότες ἅγιοι Πατέρες ἄντικρυς ἀπεκήρυξαν, ὡς ἀλλότρια παντελῶς τῶν θείων λογίων καὶ ἀλλόφυλα ἐπεισάγοντα δόγματα. Χρόνῳ δὲ ὕστερον σκηψάμενος μεταμέλειαν, τοὺς τῷ μεγάλῳ βασιλεῖ Κωνσταντίνῳ παραδυναστεύοντας ἔπεισε χώραν αὐτῷ μετανοίας δοθῆναι. Δεξάμενος δὲ τὴν ἱκετείαν ὁ βασιλεὺς, τῆς βασιλευούσης πόλεως ἐπήγγειλε τὸν ἐπίσκοπον, ὀρέξαι χεῖρα τῷ σωτηρίας ἐφιεμένῳ. Ὁ δὲ θεῖος Ἀλέ-