Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.412
Not analysed yet
ΑΙΡΕΤΙΚΗΣ ΚΑΚΟΜΥΘΙΑΣ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ. Πρόλογος. αʹ. Περὶ Ἀρείου. βʹ. Περὶ Εὐδοξίου. γʹ. Περὶ Εὐνομίου καὶ Ἀετίου. δʹ. Περὶ Ψαθυριανῶν, καὶ τῶν ἄλλων ἐκ τῆς Ἀρείου καταγομένων αἱρέσεως. εʹ. Περὶ Μακεδονιανῶν. ϛʹ. Περὶ Δονατιστῶν. ζʹ. Περὶ Μελετιανῶν. ηʹ. Περὶ Ἀπολιναρίου. θʹ. Περὶ Πολεμιανῶν, καὶ τῶν ἄλλων Ἀπολιναριστῶν. ιʹ. Περὶ Αὐδιανῶν. ιαʹ. Περὶ Μεσσαλιανῶν, ἤγουν Εὐχιτῶν, καὶ Ἐνθουσιαστῶν. ιβʹ. Περὶ Νεστορίου. ιγʹ. Περὶ Εὐτύχεος. ΠΡΟΛΟΓΟΣ. Ὅτι μὲν τῶν δυσωνύμων αἱρέσεων αἱ πλείους τοῖς ἀρχεγόνοις Βαλεντίνου θεοῖς τῷ Βυθῷ καὶ τῇ Σιγῇ παρεδόθησαν, ἐν τοῖς ἤδη γραφεῖσι βιβλίοις δεδήλωται. Μαρτυροῦσι δὲ τῷ λόγῳ πόλεις καὶ κῶμαι τούτων ἀπηλλαγμέναι. Ἀλλ' ὁ τοῦ ψεύδους πατὴρ, ὃν ἀνθρωποκτόνον εἰκότως ὁ Κύριος προσηγόρευσεν (ἀεὶ γὰρ ταῖς τῶν ἀνθρώπων ἐπιβουλεύει ψυχαῖς), ἑτέρας ἐπιβουλῶν ἐτεκτήνατο μηχανάς. Συνιδὼν γὰρ, ὡς μυσαρὰ πᾶσιν εἶναι δοκεῖ τὰ περὶ Θεοῦ τῶν ὅλων παρὰ τῶν ἐκείνου φοιτητῶν εἰρημένα, καὶ τῆς οἰκονομίας οἱ λόγοι τὸ πιθανὸν οὐκ ἐσχήκασιν· οἱ μὲν γὰρ γυμνὴν ἔφασαν ἐπιφανῆναι θεότητα, οἱ δὲ μόνην ἀνθρωπότητα θεότητος ἔρημον τὴν οἰκονομίαν ἐργάσασθαι· ἐκέρασεν ἀσέβειαν ἑκατέρας ἀπηλλαγμένην ὑπερβολῆς. Αʹ. —Περὶ Ἀρείου. Καὶ τὸν Ἄρειον εὑρὼν ἀνθρωπίνης ὀριγνώμενον δόξης, καὶ τῆς ἀλαζονείας ἐν αὐτῷ τὸ πάθος ἐπύρσευσε, καὶ τῆς αἱρέσεως τὸν πλάνον ἐνέθηκεν. Οὗτος γὰρ εἰς τῶν πρεσβυτέρων κατάλογον τῆς Ἀλεξανδρέων Ἐκκλησίας τελῶν, καὶ τὸν μέγαν Ἀλέξανδρον τοῖς ἀρχιερατικοῖς ἐνιδρυθέντα θώκοις ἰδὼν, τοῦ φθόνου τὸ κέντρον ἐδέξατο, καὶ τῆς πρὸς αὐτὸν ἁψιμαχίας ἐπιζητῶν ἀφορμὰς, πρόφασιν εὗρε τὴν τῶν δογμάτων ἀσέβειαν. Ἐκείνου γὰρ τὴν ἀποστολικὴν πόαν τῇ ποίμνῃ προσφέροντος, καὶ πρὸς τὰς εὐαγγελικὰς τὰ πρόβατα ποδηγοῦντος πηγὰς, οὗτος