Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.421
Not analysed yet
τολμᾶσθαι παρ' αὐτῶν λέγουσιν, ὃ οὐκ ἂν τολμήσαιμι συγγραφῇ παραδοῦναι· ἱκανὴ γὰρ καὶ μόνη ἡ τοῦ μύσους ἀκοὴ μιάναι τὸν λογισμόν. Ἀλλὰ ταῦτα μὲν εἴτε τολμᾶται παρ' αὐτῶν, εἴτε καὶ μὴ, ἐγὼ, μὲν οὐκ ἂν ἰσχυρισαίμην· ἀκήκοα δὲ ὅμως αὐτὰ παρ' ἀνδρῶν ἀκριβῶς τὰ ἐκείνων ἐπισταμένων. Οὕτω λυττήσας κατὰ τῆς ἀληθείας ὁ Εὐνόμιος, αὔξειν ὁσημέραι τὴν νόσον ἐσπούδαζεν. Ἐτόλμησε γὰρ εἰπεῖν, ὡς οὐδὲν τῶν θείων ἠγνόησεν, ἀλλὰ καὶ αὐτὴν ἀκριβῶς ἐπίσταται τοῦ Θεοῦ τὴν οὐσίαν, καὶ τὴν αὐτὴν ἔχει περὶ τοῦ Θεοῦ γνῶσιν, ἣν αὐτὸς ἔχει περὶ ἑαυτοῦ ὁ Θεός. Εἰς ταύτην ὑπ' αὐτοῦ τὴν μανίαν ἐκβακχευθέντες οἱ τῆς ἐκείνου λώβης μετεσχηκότες, τολμῶσιν ἄντικρυς λέγειν, οὕτως εἰδέναι τὸν Θεὸν, ὡς αὐτὸς ἑαυτόν. Καὶ ἕτερα δὲ ἄττα προσεπενόησεν, ἵνα δόξῃ καινῶν εὑρετὴς γεγενῆσθαι δογμάτων. Ἐντεῦθεν ἡ Ἀρειανικὴ συμμορία διῃρέθη διχῆ· καὶ οἱ μὲν ἐκλήθησαν Ἀρειανοὶ, οἱ δὲ Εὐνομιανοί. Οἱ δὲ Ἀρειανοὶ καὶ Εὐδοξιανοὶ προσωνομάσθησαν κατὰ τὸν Εὐδοξίου καιρόν· τῇ γὰρ κενῇ δόξῃ δεδουλωμένος, τὴν οἰκείαν ἐπιθεῖναι τοῖς ὁμόφροσι προσηγορίαν ἐσπούδασεν. Οἱ αὐτοὶ δὲ καὶ Ἐξακιονῖται προσαγορεύονται, ἀπὸ τοῦ τόπου τὴν ὀνομασίαν δεξάμενοι, ἐν ᾧ ποιεῖσθαι εἰώθασι τὴν συνέλευσιν. Οἱ δὲ Εὐνομιανοὶ καὶ Ἀετιανοὶ ἐκαλοῦντο, ὡς Εὐνομίου τὸν Ἀέτιον διδάσκαλον ὀνομάσαντος· οἱ δὲ αὐτοὶ καὶ Τρωγλῖται ἤγουν Τρωγλοδύται ὀνομάζονται, ὡς ἐν οἰκίαις λανθανούσαις τὰς συνόδους ποιούμενοι. Καὶ γὰρ ἄγαν εἰσὶν εὐαρίθμητοι, πάντων αὐτοὺς βδελυττομένων διὰ τὴν τῆς βλασφημίας ἀναίδειαν. Καὶ τὸ μὲν πλεῖστον τῆς οἰκουμένης τῆς τούτων λύμης ἀπήλλακται, ὀλίγαι δὲ καὶ ἄγαν εὐαρίθμητοι πόλεις ἔχουσιν ἐκ τούτων τινὰς, καὶ αὐτοὺς πειρωμένους λανθάνειν. Δʹ. —Περὶ Ψαθυριανῶν, καὶ τῶν ἄλλων ἐκ τῆς Ἀρείου καταγομένων αἱρέσεως. Ἐκ δὲ τῆς Ἀρείου βλασφημίας πάλιν ἕτερον ἀπεῤῥάγη τμῆμα. Οὗτοι δέ φασι· Πατὴρ ὁ Θεὸς, ἀεὶ δὲ καὶ ὁ Υἱὸς ὑπὸ τοῦ Θεοῦ ἐκτισμένος. Ταὐτὸν γάρ ἐστιν ἐπὶ τοῦ Θεοῦ τὸ κτίσαι καὶ τὸ γεννῆσαι. Τούτους οἱ Ἀντιοχεῖς Ψαθυριανοὺς ὀνομάζουσι· τὸν γὰρ τῆς αἱρέσεως ἄρχοντα λέγουσι τοιούτων ποπάνων γεγενῆσθαι δημιουργόν. Καὶ ἄλλοι δὲ πάλιν ἐξ αὐτῶν χωρισθέντες, οἱ μὲν παρ' ἐνίων Κυρτιανοὶ, Πιθηκιανοὶ δὲ παρ' ἄλλων ἐκλήθησαν, σμικροῦ τινος ἀνθρωπίσκου, καὶ τὸ μετάφρενον ὑψηλὸν ἐσχηκότος, σὺν ἐκείνοις ἐξεληλυθότος, καὶ ταύτην αὐτοῖς τὴν ἐπωνυμίαν ἐπιτεθεῖναι παρασκευάσαντος. Χρόνῳ δὲ ὕστερον καὶ ἕτερος συνέστη σύλλογος, ἐκ τῶν Ἀρειανῶν χωρισθείς· τὴν δὲ προσηγορίαν ἐκ τῆς ἀσεβείας ἐσχήκασι. Δουλειανοὶ γὰρ ὠνομάσθησαν, τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν δοῦλον τοῦ Πατρὸς τολμήσαντες καλέσαι. Συλλογισμῷ δὲ τοιῷδε κεχρημένοι τὴν βλασφημίαν κατασκευάζουσι. Πᾶν κτίσμα, φασὶ, δοῦλον τοῦ