Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.424
Not analysed yet
κεκτικότος· κτίσμα δὲ τοῦ Πατρὸς ὁ Υἱός. Τοσαύτας ἔλαβον ἐκ τῆς Ἀρείου μανίας βλασφημιῶν ἀφορμάς· εἰς τοσαῦτα τμήματα καὶ ἡ Ἀρείου διῃρέθη συμμορία. Εʹ. —Περὶ Μακεδονιανῶν. Καὶ ἑτέρα δὲ πρὸς ταῖς εἰρημέναις ἐκ τούτων ἐβλάστησεν αἵρεσις, ἧττον δυσσεβεῖν ὑπειλημμένη. Παύλου γὰρ τοῦ πανευφήμου, τοῦ τὴν βασιλίδα πόλιν ποιμάναντος, παρὰ τῶν τὴν Ἀρείου νόσον εἰσδεξαμένων ἐξελασθέντος, Μακεδόνιος ἀντ' ἐκείνου τὰ τῆς Ἐκκλησίας ἐκείνης ἐνεχειρίσθη πηδάλια. Οὗτος ὁ Μακεδόνιος, τὸ μὲν ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ παντελῶς ἀπεκήρυξεν· ὅμοιον δὲ κατὰ πάντα λέγειν ἐνομοθέτησε, καὶ τὸ ὁμοιούσιον ἀντὶ τοῦ ὁμοουσίου προσεπενόησε. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, Ἀρείῳ καὶ Εὐνομίῳ παραπλησίως, βλασφημῶν διετέλεσεν. Ὅθεν οἱ ἐκ τῆς τούτου συμμορίας καλούμενοι Πνευματομάχοι ἐπωνομάσθησαν. Ἐντεῦθεν καὶ τὸ τῶν Μακεδονιανῶν παρεσπάρη ζιζάνιον. ϛʹ. —Περὶ Δονατιστῶν. Ἐν δὲ τῇ πάλαι μὲν Λιβύῃ, νῦν δὲ Ἀφρικῇ καλουμένῃ, τὴν τῶν καλουμένων Δονατιστῶν παραπληξίαν ὁ κοινὸς ἀλάστωρ ἔδειξεν. Οὗτοι δὲ, κατὰ μὲν τὴν αἵρεσιν τοῖς Ἀρείου συμφέρονται. Καινὸν δὲ μανίας ἐπενόησαν εἶδος. Τὸν γὰρ βίαιον θάνατον μαρτύριον ὀνομάζουσι· καὶ οἱ τῆσδε τῆς προσηγορίας τυχεῖν ἱμειρόμενοι, πρὸ πολλοῦ μὲν τοῦτο χρόνου μηνύουσι τοῖς ὁμόφροσιν. Οἱ δὲ πᾶσαν αὐτοῖς προσφέρουσι θεραπείαν, καὶ παντοδαπὴν κομίζουσιν ἐδωδὴν, οἷον ἱερεῖά τινα προσιτίζοντες καὶ πιαίνοντες. Ἐπὶ πλεῖστον δὲ ταύτης τῆς χλιδῆς ἀπολαύσαντες, ἀναγκάζουσιν ἐν ταῖς ὁδοῖς, οὓς ἂν εὕρωσιν, τὰς διὰ τοῦ ξίφους αὐτοῖς ἐπενεγκεῖν θανατηφόρους πληγάς. Καί τινες μὲν ἐπιτυγχάνουσι τοῦ σκοποῦ, τινὲς δὲ διαμαρτάνουσι. Τίς γὰρ σωφρονῶν ἀνάσχοιτο ἂν τοῦ τῆς μιαιφονίας ἄγους τὴν ἅλωσιν εἰσδέξασθαι; Σφᾶς αὐτοὺς τοίνυν κορυβαντιῶντες ῥίπτουσιν ἀφ' ὕψους κατὰ κρημνῶν. Ἐγὼ δὲ μεταξὺ τῶν Ἀρειανικῶν διηγημάτων, χαρίεν τι συμβὰν ἐπὶ τούτοις διηγήσασθαι βούλομαι. Συχνοὶ γὰρ ἐκ τούτων παραπλησίως τοῖς φασιανικοῖς ὄρνισι πιανθέντες, νεανίᾳ τινὶ περιτυχόντες γενναίῳ, εἶτα γυμνὸν τὸ ξίφος ὀρέξαντες, ἐπέταξαν ἐπενεγκεῖν τὰς πληγὰς, καὶ προσηπείλησαν κατασφάξειν, εἰ μὴ δράσοι τὸ κελευσθέν. Ὁ δὲ ἔφησε δεδιέναι, μή τινων ἀναιρεθέντων, μεταμεληθέντες οἱ λειπόμενοι δίκας αὐτὸν εἰσπράξωνται τῆς σφαγῆς· χρῆναι τοίνυν ἑκάστῳ πρότερον ἐπιθεῖναι δεσμὸν, εἶθ' οὕτως τὸ ξίφος ἐπενεγκεῖν. Εἰξάντων ἐκείνων, καὶ τὰ δεσμὰ δεξαμένων, ῥάβδοις ἅπαντας αἰκισάμενος, ᾤχετο δεδεμένους καταλιπών. Εἰς τοιαύτην καὶ τούτους ἀληθῶς φρενῖτιν ἐμβέβληκε νόσον ὁ πονηρὸς δαίμων.