Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.429
Not analysed yet
τοκογλύφους, καὶ γυναιξὶ συνοικοῦντας, καίτοι πολλῶν καὶ παρ' αὐτοῖς τολμωμένων χαλεπωτέρων. Καὶ οὐ συνορῶσιν, ὡς οὐδὲ τοῖς ἀκριβέσι τῶν ἐπισκόπων τὸ ἐκτέμνειν εὐπετές· ἀλλὰ χρεία μὲν κατηγόρων, χρεία δὲ μαρτύρων, κατὰ τὸν ἀποστολικὸν νόμον· «Κατηγορίαν γὰρ, φησὶ, κατὰ πρεσβυτέρου μὴ καταδέξῃ ἐκτὸς δύο ἢ τριῶν μαρτύρων.» Ὅτι δὲ τοὺς ἁλισκομένους οἱ ἐκκλησιαστικοὶ κολάζουσι νόμοι, μαρτυρεῖ πανταχοῦ γῆς καὶ θαλάττης τὰ γινόμενα. Καὶ γὰρ ἐπίσκοποι, καὶ διάκονοι, καὶ πρεσβύτεροι, τῶν ἐκκλησιαστικῶν καταλόγων χωρίζονται. Οὗτοι δὲ ἄφεσιν ἁμαρτημάτων ποιεῖσθαι νεανιεύονται. Διχῆ γὰρ τὰς ἱερὰς βίβλους μετὰ τῶν νόθων διελόντες (διαφερόντως γὰρ ταύτας νομίζουσιν ἀποκρύφους καὶ μυστικὰς), καὶ στιχηδὸν ἔνθεν καὶ ἔνθεν τεθεικότες, διαβαίνειν ἕκαστον μεταξὺ τούτων κελεύουσι, καὶ τὰ πλημμεληθέντα ὁμολογεῖν· εἶτα τοῖς ὡμολογηκόσιν δωροῦνται τὴν ἄφεσιν· οὐ χρόνον ὁριζόμενοι εἰς μετάνοιαν, καθὰ κελεύουσιν οἱ τῆς Ἐκκλησίας θεσμοὶ, ἀλλ' ἐξουσίᾳ ποιούμενοι τὴν συγχώρησιν. Εἰδότες δὲ οἱ διαβαίνοντες παιδιὰν τὸ γινόμενον, τὰ μὲν ἀληθῆ πλημμελήματα κατακρύπτουσι, σμικρὰ δέ τινα λέγουσι, καὶ γέλωτος ἄξια, ἃ καὶ λέγειν ὀκνήσειεν ἄν τις, εἰ μὴ τὴν τούτων ἔχοι φρενοβλάβειαν. ΙΑʹ. —Περὶ Μεσσαλιανῶν, ἤγουν Εὐχιτῶν καὶ Ἐνθουσιαστῶν. Μεσσαλιανοὶ δὲ (τοὔνομα δὲ τοῦτο μεταβαλλόμενον εἰς τὴν Ἑλλάδα φωνὴν, τοὺς Εὐχίτας σημαίνει), τὸ μὲν βάπτισμά φασι μηδὲν ὀνεῖν τοὺς προσιόντας· ξυροῦ γὰρ δίκην ἀφαιρεῖται τῶν ἁμαρτημάτων τὰ πρότερα, τὴν δὲ ῥίζαν οὐκ ἐκκόπτει τῆς ἁμαρτίας· ἡ δὲ ἐνδελεχὴς προσευχὴ, καὶ τὴν ῥίζαν τῆς ἁμαρτίας πρόῤῥιζον ἀνασπᾷ, καὶ τὸν ἐξ ἀρχῆς συγκληρωθέντα πονηρὸν δαίμονα τῆς ψυχῆς ἐξελαύνει. Ἑκάστῳ γάρ φασιν ἀνθρώπῳ τικτομένῳ παραυτίκα συνέπεσθαι δαίμονα, καὶ τοῦτον εἰς τὰς ἀτόπους πράξεις παρακινεῖν. Τοῦτον δὲ οὔτε τὸ βάπτισμα, οὔτε ἄλλο τι δύναται τῆς ψυχῆς ἐξελάσαι, ἀλλὰ μόνη τῆς προσευχῆς ἡ ἐνέργεια. Ἐξιέναι δέ φασι τὸν ἔνοικον δαίμονα διὰ κορύζης καὶ τῶν περιττωμάτων τοῦ πτύσματος. Οὕτως ἐξαπατηθέντες οἱ τρισάθλιοι ἔργον μὲν οὐδὲν μετίασι (πνευματικοὺς γὰρ ἑαυτοὺς ὀνομάζουσι), τῇ δὲ εὐχῇ δῆθεν ἐσχολακότες, τῆς ἡμέρας τὸ πλεῖστον καθεύδουσιν. Εἶτα ὑπὸ τοῦ σφᾶς ἐκβακχεύσαντος δαίμονος ἐξαπατηθέντες, ἀποκαλύψεις ἑωρακέναι φασὶ, καὶ τὰ ἐσόμενα προλέγειν ἐπιχειροῦσιν· ἐλέγχονται δὲ διὰ τῶν πραγμάτων ψευδόμενοι. Βρενθύονται δὲ καὶ τὸν Πατέρα βλέπειν, καὶ τὸν Υἱὸν, καὶ τὸ πανάγιον Πνεῦμα, τοῖς τοῦ σώματος ὀφθαλμοῖς, καὶ τῆς γινομένης τοῦ