Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.428
Not analysed yet
φυτικὴν, ἤγουν ζωτικήν τινες ὀνομάζουσι· τὸν δὲ νοῦν ἄλλο τι παρὰ τὴν ψυχὴν εἶναι λέγων, οὐκ ἔφησεν ἀνειλῆφθαι, ἀλλ' ἀρκέσαι τὴν θείαν φύσιν εἰς τὸ πληρῶσαι τοῦ νοῦ τὴν χρείαν. Καὶ οὐ συνεῖδεν ὁ σοφώτατος, ὡς οὐδὲ σώματος ἂν μὴ βουληθεὶς ἐδεήθη· ἀλλ' ὤφθη ἂν καὶ δίχα σώματος, ὥσπερ δὴ πάλαι τοῖς πατριάρχαις. Ἀλλὰ τὸν περὶ τῆς οἰκονομίας λόγον ἐν τῷ μετὰ τοῦτον φυλάξομεν λόγῳ. Θʹ. —Περὶ Πολεμιανῶν καὶ ἄλλων Ἀπολιναριστῶν Πολέμιος δέ τις, ἐκ τῶν τούτου συγγραμμάτων τὰς ἀφορμὰς ἐσχηκὼς, καὶ συνουσίωσιν λέγει γεγενῆσθαι καὶ κρᾶσιν τῆς θεότητος καὶ τοῦ σώματος. Ἐντεῦθεν ἡ τῶν Πολεμιανῶν ἐβλάστησεν αἵρεσις. Καὶ ἄλλοι δέ τινες ἐκ τῆς Ἀπολιναρίου συναγωγῆς, ἐκ τῶν οὐρανῶν ἔφασαν κατεληλυθέναι τοῦ Κυρίου τὸ σῶμα· διάφορα δὲ εὑρόντες ἐν τοῖς ἐκείνου συγγράμμασι δόγματα, οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις ἠρέσθησαν. Ὅπως δὲ οὗτος τοῦ τῆς Ἐκκλησίας ἀποτμηθεὶς σώματος τὸν διάφορον ἐκύησε φλήναφον τῶν δογμάτων, περιττὸν ᾠήθην εἰπεῖν. Ιʹ. —Περὶ Αὐδιανῶν. Αὐδαῖος δέ τις, ἐκ τῆς πέραν Εὐφράτου Συρίας ὁρμώμενος, ἀνθρωπόμορφον ἔφησε τὸν Θεὸν, καὶ τὰ τοῦ σώματος αὐτῷ περιτέθεικε μόρια, τὰ συγκαταβατικῶς παρὰ τῆς θείας εἰρημένα Γραφῆς ἀνοήτως νενοηκώς. Καὶ γὰρ ἀνθρώποις ἡ θεία διαλεγομένη Γραφὴ, οὐδὲ τῶν ὁρωμένων ἀκριβῶς τὴν φύσιν ἐπισταμένοις, ὡς ἐνῆν αὐτοῖς ἀκούειν, τὴν διδασκαλίαν πεποίηται. Διά τοι τοῦτο τὴν ὀπτικὴν τοῦ Θεοῦ δύναμιν ὀφθαλμοὺς προσηγόρευσε, καὶ ὦτα τὴν ἀκουστικὴν, καὶ χεῖρας τὴν πρακτικὴν, καὶ τὰς ἄλλας ἐνεργείας ὡσαύτως. Τούτων οὐδὲν συνεὶς ὁ ἀνόητος, τὴν ἀνθρωπείαν τῷ Θεῷ μορφὴν περιτέθεικεν. Οὕτω γὰρ ἐνόησε καὶ τό· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.» Καὶ ἀλογίαν νοσῶν, τὸ μὲν τῆς ψυχῆς ἀόρατον καὶ ἀθάνατον οὐ συνεῖδε, τῷ δὲ σώματι μόνῳ τὸν λογισμὸν προσαπήρεισε. Ἀλλὰ καὶ περὶ τούτου ἐν τοῖς περὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως σὺν Θεῷ φάναι λεχθήσεται. Τοῦτον τοίνυν φασὶ τὸν Αὐδαῖον, καὶ τὸ σκότος εἰπεῖν, καὶ τὸ πῦρ, καὶ τὸ ὕδωρ ἀγέννητα. Οἱ δὲ τῆς τούτου προσηγορίας μετειληχότες κατακρύπτουσι ταῦτα. Σκήπτονται δὲ φεύγειν τῆς Ἐκκλησίας τὴν κοινωνίαν, διὰ τοὺς