Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.437
Not analysed yet
σίας· καὶ ὄργανον εὑρὼν τῆς οἰκείας δεκτικὸν πονηρίας τὸν δείλαιον Εὐτύχη, τὴν πρόπαλαι μαρανθεῖσαν αἵρεσιν Βαλεντίνου πάλιν ἀνθῆσαι πεποίηκεν. Ἄρειος μὲν γὰρ μόνον τοῦ σώματος, Ἀπολινάριος δὲ καὶ τῆς ψυχῆς ὡμολόγησε τὴν ἀνάληψιν· οὗτος δὲ καὶ τοῦ σώματος ἠρνήθη τὴν πρόσληψιν. Οὐδὲν γὰρ ἔφη τὸν Θεὸν Λόγον ἀνθρώπειον ἐκ τῆς Παρθένου λαβεῖν, ἀλλ' αὐτὸν ἀτρέπτως τραπέντα καὶ σάρκα γενόμενον· τοῖς γὰρ καταγελάστοις αὐτοῦ κέχρημαι λόγοις· τὴν πάροδον μόνην διὰ τῆς Παρθένου ποιήσασθαι, καὶ τῷ σταυρῷ προσηλωθῆναι καὶ προσπαγῆναι τὴν ἀπερίγραφον καὶ ἀπεριόριστον καὶ ἀχώρητον θεότητα τοῦ Μονογενοῦς, καὶ ταύτην τῷ τάφῳ παραδοθεῖσαν τετυχηκέναι τῆς ἀναστάσεως. Ἵνα δὲ τὴν τῆς μανίας ὑπερβολὴν καταλίπωμεν, ἐκεῖνο σκοπήσωμεν, ὡς οὐδὲν ἡμῖν ὄφελος ἐκ τῆς ἐνανθρωπήσεως γέγονε, καὶ τῆς ἡμετέρας ἀναστάσεως οὐδὲν ἐχέγγυον ἔχομεν. Οὐδὲ γὰρ, εἰ Θεὸς ἐκ νεκρῶν ἐγήγερται, πάντως καὶ ἄνθρωπος ἀναστήσεται· πάμπολυ γὰρ τῶν φύσεων τὸ διάφορον. Τί δήποτε τοίνυν ὁ θεῖος Ἀπόστολος ἀπὸ τῆς Δεσποτικῆς ἀναστάσεως τὸν περὶ τῆς ἡμετέρας ἀναστάσεως κρατύνει λόγον, καὶ Κορινθίοις γράφων βοᾷ· «Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται;» Διὰ μὲν γὰρ τοῦ πιστευομένου τὸ ἀπιστούμενον ἔδειξε, τῷ δὲ ἀπιστουμένῳ καὶ τὸ πιστευόμενον συνεξέβαλεν. Εἰ γὰρ τὸ ἀναστῆναι, φησὶ, τὸν Χριστὸν ἀληθὲς, ἀληθὲς ἄρα καὶ τὸ ἡμᾶς ἀναστήσεσθαι· εἰ δὲ τοῦτο ψευδὲς, καὶ τὸ ἀναστῆναι τὸν Χριστὸν ἄρα ψευδές· σῶμα γὰρ κἀκεῖνο, καὶ ταῦτα. Οὕτω πλείοσι τοῦτο κρατύνας συλλογισμοῖς, ἀποφαντικῶς λοιπὸν ἐπήγαγε· «Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων.» Διὰ δὲ τῆς ἀπαρχῆς σαφῶς καὶ τὸ φύραμα παρεδήλωσεν· ἡ γὰρ ἀπαρχὴ τὴν αὐτὴν ἔχει φύσιν ἐκείνῳ, οὗπέρ ἐστιν ἀπαρχή. Διδάσκει δὲ καὶ τὴν τῆς οἰκονομίας αἰτίαν· «Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν.» Εἶτα ἀπὸ τῶν φύσεων ἐπὶ τὰ πρόσωπα μεταβαίνει· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ἀλλὰ γὰρ πολλὰ πολλάκις περὶ τούτου συγγράψας, περιττὸν ἐπὶ τοῦ παρόντος μηκύνειν ὑπείληφα, ἄλλως τε μέλλων ἐν τῷ πέμπτῳ βιβλίῳ, σὺν Θεῷ, καὶ περὶ τούτων ἐρεῖν. Τούτῳ τοίνυν ἐπιθεὶς τῷ τετάρτῳ βιβλίῳ τὸ πέρας, τὴν τῆς εὐαγγελικῆς διδασκαλίας εὐγένειαν, ὡς ἔμοιγε δυνατὸν, ἐπιδεῖξαι πειράσομαι.