Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.440
Not analysed yet
ΑΙΡΕΤΙΚΗΣ ΚΑΚΟΜΥΘΙΑΣ ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. ΘΕΙΩΝ ΔΟΓΜΑΤΩΝ ΕΠΙΤΟΜΗ. ΚΕΦΑΛΑΙΩΝ ΕΛΕΓΧΟΣ. Προοίμιον. αʹ. Περὶ ἀρχῆς καὶ Πατρός. βʹ. Περὶ Υἱοῦ. γʹ. Περὶ τοῦ ἁγίου Πνεύματος, καὶ τῶν θείων ὀνομάτων. δʹ. Περὶ δημιουργίας. εʹ. Περὶ ὕλης. ϛʹ. Περὶ Αἰώνων. ζʹ. Περὶ ἀγγέλων. ηʹ. Περὶ δαιμόνων. θʹ. Περὶ ἀνθρώπου. ιʹ. Περὶ Προνοίας. ιαʹ. Περὶ τῆς τοῦ Σωτῆρος οἰκονομίας. ιβʹ. Ὅτι σῶμα ὁ Δεσπότης ἀνέλαβεν. ιγʹ. Ὅτι καὶ ψυχὴν μετὰ τοῦ σώματος ἀνέλαβεν. ιδʹ. Ὅτι τελείαν τὴν ἀνθρωπείαν φύσιν ἀνέλαβεν. ιεʹ. Ὅτι ἣν ἀνέλαβεν ἀνέστησε φύσιν. ιϛʹ. Ὅτι ὁ αὐτὸς ἀγαθὸς καὶ δίκαιος. ιζʹ. Ὅτι ὁ αὐτὸς καὶ τὴν Παλαιὰν καὶ τὴν Καινὴν ἔδωκε Διαθήκην. ιηʹ. Περὶ βαπτίσματος. ιθʹ. Περὶ ἀναστάσεως. κʹ. Περὶ κρίσεως. καʹ. Περὶ ἐπαγγελιῶν. κβʹ. Περὶ τῆς δευτέρας τοῦ Σωτῆρος ἐπιφανείας. κγʹ. Περὶ τοῦ Ἀντιχρίστου. κδʹ. Περὶ παρθενίας. κεʹ. Περὶ γάμου. κϛʹ. Περὶ δευτέρου γάμου. κζʹ. Περὶ πορνείας. κηʹ. Περὶ μετανοίας. κθʹ. Περὶ ἐγκρατείας. ΠΡΟΟΙΜΙΟΝ. Γλυκὺ μὲν εἶναι τὸ μέλι πᾶσιν ἀνθρώποις δοκεῖ, καὶ συγκρίσεως δίχα· γλυκύτερον δὲ φαίνεται, πικρᾶς τινος παρατεθείσης ποιότητος· καὶ τὴν ὑγείαν ἀξιέραστον μὲν ἅπαντες νομίζουσι, μετὰ δὲ νόσον, ἀξιεραστοτέραν νομίζουσι· καὶ γαλήνη δὲ θυμηρεστέρα μετὰ χειμῶνα. Οὕτω καὶ τὴν ἀλήθειαν οἱ σωφρονοῦντες ἀξιόκτητον ἴσασι χρῆμα· λαμπροτέρον