Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.461
Not analysed yet
τὸν, ὁ στερεώσας τὴν γῆν, καὶ τὰ ἐν αὐτῇ, ὁ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν.» Καὶ πάλιν· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡς σκηνήν.» Καὶ αὐτὸς δὲ Θεὸς δι' αὐτοῦ φησιν· «Ἐξέτεινα τὸν οὐρανὸν μόνος.» Ὁ δὲ μακάριος Ἱερεμίας οὕτως ἔφη· «Οὗτος ὁ Θεὸς, ὁ καταδείξας τὴν γῆν, ἐπλήρωσεν αὐτὴν κτηνῶν καὶ τετραπόδων. Ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτὸ καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ.» Ἀλλὰ γὰρ οὐ δεῖ μοι προφητικῶν φωνῶν. Πρὸ γὰρ τοῦ νόμου καὶ τῶν προφητῶν, ἡ φύσις ταῦτα τοὺς ἀνθρώπους ἐπαίδευσε. Καὶ Μελχισεδὲκ ἐκεῖνος ὁ παλαιὸς, οὕτως ἔφησε τὸν Ἀβραὰμ εὐλογῶν· «Εὐλογητὸς Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν, καὶ τὴν γῆν.» Καὶ αὐτὸς δὲ ὁ πατριάρχης ταὐτὰ τοῖς ἀπὸ Σοδόμων προσείρηκεν· «Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.» Καὶ πάλιν, τὸν οἰκέτην ἐκπέμπων πρὸς τὴν τῆς νύμφης μνηστείαν ὁ Ἀβραάμ· «Θὲς, ἔφη, τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς.» Καὶ ὁ γενναῖος δὲ Ἰὼβ πρὸ τῆς τοῦ νόμου θέσεως ἐν ἀρετῇ διαπρέψας, τὸν ἀληθινὸν Θεὸν οἶδε Δημιουργόν. «Ὁ τανύσας γὰρ, φησὶ, τὸν οὐρανὸν μόνος, ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους.» Καὶ αὐτὸς δὲ ὁ ἀθλοθέτης πολλὰ περὶ τῆς κτίσεως διδάσκει τὸν νικηφόρον ἀγωνιστήν. Ἀλλ' ἵνα μὴ δῶμεν ἀφορμὴν τοῖς τὴν παλαιὰν οὐ δεχομένοις Γραφὴν, ἀντειπεῖν τοῖς εἰρημένοις, εἰς τὴν Καινὴν διαβῶμεν, καὶ δείξωμεν ταύτην σύμφωνα φθεγγομένην· οὕτω γὰρ δὴ φανήσεται μίαν ἔχοντα πηγὴν ταῦτα κἀκεῖνα τὰ νάματα. Ἀκούσωμεν τοίνυν Ἰωάννου τοῦ θεσπεσίου πάντα διὰ τοῦ Λόγου γεγενῆσθαι φήσαντος, καὶ τῶν ἐν τῇ κτίσει θεωρουμένων ἢ νοουμένων μηδὲν δίχα τούτου γεγενῆσθαι. «Χωρὶς γὰρ αὐτοῦ, φησὶν, ἐγένετο οὐδὲ ἕν.» Ἀκούσωμεν δὲ καὶ τοῦ θείου Παύλου βοῶντος, ὅτι «Ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα.» Καὶ πάλιν· ὅτι «Δι' αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν ὁ Πατήρ.» Καὶ ἐπὶ τοῦ Ἀρείου δὲ πάγου δημηγορῶν, οὕτως ἔφη· «Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται ὡς προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν κατὰ πάντα. Ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν πρόσωπον τῆς γῆς.» Καὶ ἐν Λύστροις δὲ τοῖς θῦσαι βουληθεῖσι ταῦτα ἔφη· «Καὶ