Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.464
Not analysed yet
ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς.» Καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας. Ἀλλὰ γὰρ περιττὸν περὶ τούτου μηκύνειν, καὶ πολλὰς παράγειν μαρτυρίας ἐκ τῆς θείας Γραφῆς, καὶ τῶν παρ' Ἕλλησιν ἐν φιλοσοφίᾳ διαπρεψάντων τὸν Θεὸν εἶναι φησάντων Δημιουργόν.» Καὶ γὰρ ὁ Σωφρονίσκου Σωκράτης, καὶ ὁ Ἀρίστωνος Πλάτων, καὶ οἱ τούτων διάδοχοι, καὶ μέντοι καὶ ἕτεροι πλεῖστοι, τῆσδε τῆς δόξης γεγένηνται, καὶ ἐξ ὑποκειμένης δὲ ὕλης ἔφασαν τὸν Θεὸν εἰληφέναι τῆς δημιουργίας τὰς ἀφορμάς. Φέρε τοίνυν, κἀν τῷδε τῷ κεφαλαίῳ τὴν τῶν ἐκκλησιαστικῶν δογμάτων εὐγένειαν ἐπιδείξωμεν. Εʹ. —Περὶ ὕλης. Ἐκεῖνοι μὲν οὖν, ὡς ἔφην, ἐξ ὑποκειμένης ὕλης τὰ πάντα δημιουργηθῆναί φασι, καὶ συναΐδιον αὐτὴν τῷ Θεῷ λέγοντες, αἴτιον αὐτῆς τὸν Θεὸν ὀνομάζουσιν· οὐ μὴν αὐτὴν κακὴν ὁρίζονται κατὰ τὴν Μαρκίωνος καὶ τοῦ Μάνεντος ἀσέβειαν· μεγίστην γὰρ βλασφημίαν νομίζουσι τὸ φάναι τὸν Θεὸν εἶναι κακῶν ποιητήν. Καὶ ἐκεῖνοι μὲν ἴσως ἔχουσι συγγνώμην τινὰ, μήτε προφητικῶν ἐπακούσαντες λόγων, μήτε τοὺς θείους ἀποστόλους ποδηγοὺς ἐσχηκότες, μόνοις δὲ τοῖς λογισμοῖς τὴν τῶν ὄντων ἐπιτρέψαντες γνῶσιν. Οὗτοι δὲ ποίας ἂν τίσειαν δίκας τῆς ἀσεβείας ἀξίας, τῶν μὲν θείων ἀπολαύσαντες Εὐαγγελίων, τὸ δὲ τούτων ἀποδράσαντες φῶς, καὶ τὸ σκότος ἀσπασάμενοι ταῖς νυκτερίσι παραπλησίως; Ἔδει δὲ αὐτοὺς τὴν γοῦν τῶν φιλοσόφων τούτων κρατῦναι δόξαν, ἐπειδὴ τὰς ἀκοὰς ἔβυσαν, καὶ τῶν τοῦ θείου Πνεύματος ἐπακοῦσαι λογίων οὐκ ἠβουλήθησαν, καὶ τὴν μὲν ὕλην εἰσαγαγεῖν, μὴ πονηρὰν δὲ καλέσαι. Καὶ τοῦτο δὲ τῆς τῶν ἀνθρωπίνων λογισμῶν ἀσθενείας τεκμήριον. Ἐπειδὴ γὰρ πᾶσα τέχνη παρὰ ἀνθρώποις ὕλης ὑποκειμένης προσδεῖται, καὶ κεραμευτικὴ μὲν πηλοῦ, οἰκοδομικὴ δὲ λίθων καὶ πλίνθων, ξύλων δὲ ἡ τεκτονικὴ καὶ ναυπηγικὴ, καὶ ἐρίων ἡ ὑφαντικὴ, καὶ ἡ σκυτοτομικὴ δὲ δερμάτων, καὶ ζωγραφία καὶ γυψοποιητικὴ χρωμάτων, καὶ συλλήβδην εἰπεῖν ἑκάστη τέχνη τῶν προσφόρων ὑλῶν, ὑπέλαβον οἱ ἀνόητοι καὶ τὸν Θεὸν μὴ δύνασθαι ὕλης δίχα δημιουργεῖν, καὶ οὐ συνεῖδον ὅσον ἀνθρώπου καὶ Θεοῦ τὸ διάφορον, καὶ ὡς οὐχ οἷόν τε τὴν εἰκόνα πάντα ἔχειν ὅσα τὸ ἀρχέτυπον, καὶ ὅτι ἄνθρωπος μὲν, ὡς εἰκὼν ἐξ ὄντων δημιουργεῖ, Θεὸς δὲ καὶ ἐξ ὄντων καὶ ἐκ μὴ ὄντων. Καὶ τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ἡ θεία Γραφή. Ὁ μὲν γὰρ Ἀπόστολος φησί· «Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι.» Καὶ πάλιν· «Ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα.» Ὁ δὲ τὴν κοσμογένειαν συγγράψας σαφῶς ἐδίδαξε, τίνα μὲν ἐκ μὴ ὄντων, τίνα δὲ ἐξ ὄντων ἐποίησεν ὁ Δημιουργός· καὶ ὅτι τὸν μὲν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἄλλα στοιχεῖα ἐκ μὴ ὄντων πεποίηκεν. «Ἐν ἀρχῇ γὰρ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Καὶ τὸ φῶς δὲ ὡσαύτως ἐκ μὴ ὄντων ἐδημιούργησεν.