Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.465
Not analysed yet
»Εἶπεν γὰρ, φησὶν, ὁ Θεός· Γενηθήτω φῶς· καὶ ἐγένετο φῶς.» Τὸ δὲ στερέωμα ἐκ τῶν ἤδη γεγενημένων παρήγαγε. «Γενηθήτω γὰρ, ἔφη, στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος.» Καὶ τὰ σπέρματα δὲ καὶ τὰ φυτὰ ἐκ γῆς βλαστῆσαι προσέταξε. «Βλαστησάτω γὰρ, ἔφη, ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ καθ' ὁμοιότητα κατὰ γένος ἐπὶ τῆς γῆς.» Οὕτω καὶ τῶν ἀλόγων ζώων τὰ γένη παρήγαγεν· ἐκ μὲν τῶν ὑδάτων τὰ ἀεροπόρα, καὶ τὰ ἐν τοῖς ὕδασι διαιτώμενα, καὶ τὰ ἀμφίβια προσαγορευόμενα. «Ἐξαγαγέτω γὰρ, ἔφη, τὰ ὕδατα, ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ.» Ἐκ δὲ τῆς γῆς τὰ τετράποδα καὶ ἑρπετά. «Ἐξαγαγέτω γὰρ, φησὶν, ἡ γῆ ψυχὴν ζῶσαν, τετράποδα, ἑρπετὰ καὶ κτήνη.» Τὸν δὲ ἄνθρωπον ἐξ ὄντων καὶ μὴ ὄντων ἐποίησε. Τὸ μὲν γὰρ σῶμα διέπλασε χοῦν λαβὼν ἀπὸ γῆς, τὴν δὲ ψυχὴν ἐκ μὴ ὄντων ἐδημιούργησεν. Οὐ γὰρ κατὰ τὸν δυσσεβῆ Μαρκίωνος λόγον ὁμοούσιός ἐστιν ἡ ψυχὴ τοῦ πεποιηκότος Θεοῦ, ἀλλ' ἐκ μὴ ὄντων ἐκτίσθη· ῥᾷστα γὰρ ὅσα ἂν θέλῃ δημιουργεῖ. Οὐ γὰρ τοῖς ἤδη γεγενημένοις τοῦ Ποιητοῦ τὴν δύναμιν προσήκει μετρεῖν. Πολλαπλάσια γὰρ τούτων παραγαγεῖν αὐτῷ ῥᾴδιον. Καὶ τοῦτο Δαβὶδ ὁ θεσπέσιος παρεδήλωσε. «Πάντα γὰρ, φησὶν, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν.» Οὐκ εἶπεν, Ὅσα ἴσχυσεν, ἀλλ', Ὅσα ἠθέλησεν. ἰσόμετρον γὰρ ἔχει τῇ βουλήσει τὴν δύναμιν. Ὅθεν οὐ μόνον ἐξ ὄντων, ἀλλὰ καὶ ἐκ μὴ ὄντων δημιουργεῖ. Εἰκότως τοίνυν τῶν τῆς ἀληθείας δογμάτων ὁ περὶ τῆς ὕλης ἐξελήλαται λόγος. Οἱ δὲ τὴν κτίσιν κακίζοντες, καὶ τὴν παναρμόνιον δημιουργίαν διαβάλλειν ἐπιχειροῦντες, καὶ τούτου χάριν τὸν περὶ τῆς ὕλης ἐπεισάγοντες λόγον, ἀκουσάτωσαν τῶν θείων βοώντων λογίων· «Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» Οὐδὲν γὰρ ὑπὸ τοῦ Θεοῦ γεγενημένον φύσει κακόν. Ἀλλὰ τὸν περὶ τούτου λόγον ὕστερον ἀναπτύξομεν. Τέως δὲ περὶ τῆς τῶν Αἰώνων μυθολογίας μικρὰ διεξέλθωμεν. ϛʹ. —Περὶ Αἰώνων. Βαλεντῖνος, καὶ Σεκουνδῖνος, καὶ Μάρκος, καὶ οἱ ἐκείνων διάδοχοι παμπόλλους Αἰῶνας πρεσβυτέρους τοῦ Δημιουργοῦ φασιν εἶναι, οὐκ ἐκ τῶν θείων λογίων τοῦτο μεμαθηκότες, ἀλλ' αὐτοὶ τοὺς μύθους συμπλάσαντες. Καὶ οὐ συνεῖδον οἱ ἐμβρόντητοι, ὡς ὁ αἰὼν οὐκ οὐσία τίς ἐστιν ὑφεστῶσα, ἀλλὰ διάστημά τι χρόνου δηλωτικὸν, ποτὲ μὲν ἀπείρου, ὅταν περὶ Θεοῦ λέγηται, ποτὲ δὲ τῇ κτίσει συμμέτρου, ἄλλοτε δὲ τῇ ἀνθρωπίνῃ ζωῇ. Περὶ μὲν γὰρ ἡμῶν