Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.476
Not analysed yet
τοις γενόμενοι, τὴν μὲν ἐκείνων περὶ τὸν Δεσπότην Θεὸν οὐκ ἐζήλωσαν εὔνοιαν, τὸ δὲ τοῦ τύφου καὶ τῆς ἀλαζονείας εἰσδεξάμενοι πάθος, ἐπὶ τὸ χεῖρον ἐτράπησαν, καὶ τῆς προτέρας ἐξέπεσον λήξεως. Καὶ τοῦτο δεδήλωκεν ὁ θεῖος Ἀπόστολος, περὶ τῆς ἐπισκοπικῆς χειροτονίας νομοθετῶν· «Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου.» Διὰ γὰρ τῶνδε τῶν λόγων αἰνίττεται, ὡς τῆς ἐκπτώσεως τῷ διαβόλῳ τύφος ἐγένετο πρόξενος. Καὶ Ἐφεσίοις δὲ γράφων, παρεδήλωσεν ὡς πρὶν ἐπὶ τὸ χεῖρον τραπῆναι, τὴν τοῦ ἀέρος οἰκονομίαν ἐπεπίστευτο. «Κατὰ τὸν ἄρχοντα γὰρ, φησὶ, τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.» Τῆς δὲ προτέρας τάξεως ἐκπεσὼν, ὑπουργοὺς ἔχει τοὺς ἀντιλέγοντας τῷ Θεῷ. Καὶ ὁ Κύριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Εἶδον τὸν Σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ.» Καὶ ἐν ἑτέρῳ χωρίῳ, «Ἐκεῖνος, φησὶν, ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε.» Τοῦτο δὲ παραδηλοῖ, ὡς τῆς ἀληθείας ἐκτραπεὶς, τἀναντία τῇ ἀληθείᾳ προείλετο. Καὶ οἱ μακάριοι δὲ προφῆται Ἡσαΐας καὶ Ἰεζεκιὴλ παραπλησίοις αἰνίγμασι κέχρηνται. Τοῦτο γὰρ σημαίνει τό· «Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ, καὶ καταλήψομαι τὴν οἰκουμένην ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ.» Καὶ ὁ Ἰεζεκιὴλ διὰ τοῦ ἄρχοντος Τύρου τὸν ἀποστάτην ἄρχοντα αἰνίττεται τὸν ἐνεργήσαντα ἐκείνῳ. Λέγει δὲ οὕτως· «Τάδε λέγει Κύριος Ἀδωναΐ· Σὺ ἐκσφράγισμα ὁμοιώσεως, πλήρης σοφίας, καὶ στέφανος κάλλους, καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης, πάντα λίθον ἐνδέδυσαι.» Εἶτα τῶν λίθων ἀπαριθμήσας τὰ εἴδη, ἐπήγαγεν· «Ἀφ' ἧς ἡμέρας κατεσκευάσθης μετὰ τοῦ χερουβεὶμ κεχρισμένος παρὰ Θεοῦ τοῦ κατασκηνοῦντος, καὶ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ. Ἐγεννήθης ἐν μέσῳ λίθων πυρίνων, ἐπορεύθης ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας ἐκτίσθης σὺ, ἕως οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Ἀπὸ γὰρ πλήθους περιδρομῆς σου, ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας, καὶ ἥμαρτες, καὶ ἐτραυματίσθης· Ἀπὸ ὄρους τοῦ Θεοῦ κατήγαγέ σε τὸ χερουβεὶμ τὸ συσκιάζον ἐκ μέσου λίθων πυρίνων. Ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου. Διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου. Διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου, ἐπὶ τὴν γῆν ἔῤῥιψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι. Διὰ τὸ πλῆθος τῶν ἀνομιῶν σου, καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου, ἐβεβήλωσα ἁγιασμόν σου. Ἐξάγω πῦρ ἐν μέσῳ σου· τοῦτο καταφάγεταί σε.» Οὗτος ὁ