Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.477
Not analysed yet
προφητικὸς λόγος ἔδειξε τὸν διάβολον ἐξ ἀρχῆς μὲν ἀγαθὸν γεγενημένον, ἑκουσίως δὲ τὴν ἐπὶ τὸ χεῖρον ῥοπὴν εἰσδεξάμενον, ταῖς δὲ κακομηχανίαις τὴν πονηρίαν αὐξήσαντα. Τὴν γὰρ περιδρομὴν, καὶ τὴν ἐμπορίαν, τὰς τῆς πονηρίας ἐπινοίας ἐκάλεσε. Τοῦτον παρεδειγμάτισεν, ἐλέγξας αὐτοῦ τὴν ἀσθένειαν, καὶ πατεῖσθαι ὑπὸ τῶν πάλαι προσκυνούντων ἐκέλευσεν. Αὐτοῦ γάρ ἐστι φωνή· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Καὶ ἄλλα δὲ πάμπολλα ἔστιν εὑρεῖν, δι' ὧν ῥᾴδιον μαθεῖν ὡς ἀγαθὸς δημιουργηθεὶς ὁ διάβολος, ἑκὼν εἰς πονηρίαν ἀπέκλινεν. Ἀρκεῖ δὲ καὶ ἡ ἀπειληθεῖσα κόλασις αὐτῷ δεῖξαι τὸ τῆς κακίας αὐθαίρετον. Οὐ γάρ ἐστιν ἴδιον δικαίου Θεοῦ, κολάσαι τὸν ἀνάγκῃ γενόμενον πονηρόν. Θʹ. —Περὶ ἀνθρώπου. Τὸν δέ γε ἄνθρωπον διαπλασθῆναί φαμεν, οὐχ ὑπ' ἀγγέλων τινῶν κατὰ τοὺς Βασιλίδου καὶ Κηρίνθου μύθους, οὐδὲ ὑπὸ τοῦ Ἰαλδαβαὼθ κατὰ τὴν τῶν Σηθιανῶν ἐμβροντησίαν, οὐδέ γε ὑπὸ τοῦ Σακλᾶ κατὰ τὴν τοῦ Μάνεντος παραπληξίαν· ἀλλ' ὑπὸ τῆς θείας καὶ παναγίας Τριάδος τῆς πάντα τεκτηναμένης. Ἠκούσαμεν γὰρ τῆς θείας λεγούσης Γραφῆς, ὡς ὁ τῶν ὅλων ἔφη Θεός· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν.» Συνῳδὰ δὲ καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Αἱ χεῖρές σου γὰρ, φησὶν, ἐποίησάν με, καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.» Χεῖρας τοῦ Θεοῦ νοοῦμεν, οὐ σωματικά τινα μόρια, ἀλλὰ τὴν δημιουργικὴν αὐτοῦ δύναμιν. Οὐ γὰρ σύνθετος ἡ ἀσώματος καὶ ἀπερίγραφος φύσις κατὰ τὴν Αὐδαίου φρενοβλάβειαν, ἀλλ' ἁπλῆ καὶ ἀνείδεος καὶ ἀσχημάτιστος, καὶ περιληπτικὴ τῶν ὅλων. Ἀκούοντες τοίνυν τῆς Μωσαϊκῆς ἱστορίας διηγουμένης, ὅτι ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον, τὴν τοῦ γράμματος ἐπιζητοῦμεν διάνοιαν, καὶ νοοῦμεν, ἣν ἔχει διαφερόντως περὶ τὴν ἀνθρωπείαν φύσιν διάθεσιν ὁ τῶν ὅλων Θεός. Τοῦτο γὰρ ὁ μέγας προφήτης δηλῶν. τἄλλα μὲν εἶπε λόγῳ πεποιηκέναι τὸν τῶν ὅλων Θεὸν, τὸν δὲ ἄνθρωπον, ταῖς χερσὶ διαπλάσαι. Οὔτε δὲ ἐν ἐκείνοις ῥῆμα νοοῦμεν τὸ πρόσταγμα, ἀλλὰ βούλημά τε καὶ θέλημα· οὔτε ἐνταῦθα χειρῶν ἐργασίαν τοῦ σώματος τὴν διάπλασιν, ἀλλὰ τὴν πλείονα περὶ τὸ ποίημα τοῦτο διάθεσιν. Ὥσπερ γὰρ νῦν βουληθέντος αὐτοῦ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ δημιουργεῖται, καὶ ἡ φύσις τοῖς ἐξ ἀρχῆς παρ' αὐτοῦ τεθεῖσιν ὅροις ἀκολουθεῖ, οὕτως τότε ἀνθρώπινον ἐκ τῆς γῆς ἐθελήσαντος αὐτοῦ συνεπάγη σῶμα, καὶ ὁ πηλὸς ἐγένετο σὰρξ, καὶ αἷμα, καὶ δέρμα, καὶ πιμελὴ, καὶ νεῦρα, καὶ φλέβες, καὶ ἀρτηρίαι, καὶ ἐγκέφαλος, καὶ μυελὸς, καὶ τὰ τῶν ὀστῶν ὑπερείσματα, καὶ τῶν ὀφθαλμῶν οἱ χιτῶνες, καὶ τῆς γλήνης ἡ καθαρότης, καὶ τῶν ἀκοῶν οἱ ἑλικοειδεῖς πόροι, καὶ τῶν ὀδμῶν ἡ ἀντίληψις, καὶ τὸ λογικὸν τοῦ στόματος ὄργανον, ἐν ᾧ οἱ μὲν ὀδόντες τῶν χορδῶν πληροῦσι τὴν χρείαν,