Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.489
Not analysed yet
Κήρινθος τὸν μὲν Ἰησοῦν ἐξ Ἰωσὴφ καὶ Μαρίας ἔφησε γεννηθῆναι κατὰ τὸν κοινὸν τῶν ἀνθρώπων νόμον, ἄνωθεν δὲ τὸν Χριστὸν κατεληλυθότα ἐπὶ τὸν Ἰησοῦν. Ἐβιωναῖοι δὲ, καὶ Θεοδοτιανοὶ, καὶ Ἀρτεμωνιανοὶ, καὶ Φωτεινιανοὶ, ψιλὸν ἄνθρωπον εἰρήκασιν ἐκ τῆς Παρθένου τὸν Χριστὸν γεγεννῆσθαι. Ἄρειος δὲ καὶ Εὐνόμιος, σῶμα μὲν αὐτὸν ἔφασαν εἰληφέναι, τὴν θεότητα δὲ τῆς ψυχῆς ἐνηργηκέναι τὴν χρείαν. Ὁ δὲ Ἀπολινάριος, ἔμψυχον μὲν ἔφησεν εἶναι τοῦ Σωτῆρος τὸ σῶμα, οὐ μὴν τὴν λογικὴν ἐσχηκέναι ψυχήν· περιττὸς γὰρ ἦν, φησὶν, ὁ νοῦς, τοῦ Θεοῦ Λόγου παρόντος. Τὰς δὲ τῶν πλειόνων αἱρέσεων τέθεικα δόξας, δεῖξαι βουλόμενος τὴν τῆς Ἐκκλησίας ἀλήθειαν. Τὸν γὰρ αὐτὸν ἡ Ἐκκλησία, καὶ Υἱὸν, καὶ Μονογενῆ, καὶ Θεὸν Λόγον, καὶ Σωτῆρα Κύριον, καὶ Ἰησοῦν Χριστὸν ὀνομάζει. Ἀλλ' Υἱὸς μὲν μονογενὴς, καὶ Θεὸς Λόγος, καὶ Κύριος καὶ πρὸ τῆς ἐνανθρωπήσεως ὠνομάζετο, καὶ μετὰ τὴν ἐνανθρώπησιν ὡσαύτως καλεῖται. Ἰησοῦς δὲ Χριστὸς μετὰ τὴν ἐνανθρώπησιν ὁ αὐτὸς ὠνομάσθη, ἀπὸ τῶν πραγμάτων τὰς προσηγορίας δεξάμενος. Ἰησοῦς μὲν γὰρ ὁ Σωτὴρ ἑρμηνεύεται, καὶ τούτου μάρτυς ὁ Γαβριὴλ, πρὸς τὴν Παρθένον εἰπών· «Καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ.» Χριστὸς δὲ προσηγορεύθη, διὰ τὸ χρίσμα τοῦ Πνεύματος. Ὁ μὲν γὰρ ὑμνοποιὸς Δαβὶδ λέγει· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Διὰ δὲ τῆς Ἡσαΐου τοῦ προφήτου γλώττης αὐτὸς ὁ Δεσπότης ἔφη· «Πνεῦμα Κυρίου ἐπ' ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με Κύριος.» Οὕτω δὲ τὴν προφητείαν νοεῖν αὐτὸς ἡμᾶς ὁ Δεσπότης ἐδίδαξεν. Εἰς γὰρ τὴν συναγωγὴν εἰσελθὼν, καὶ τὸ προφητικὸν βιβλίον λαβὼν, ἀνέγνω μὲν τὸ εἰρημένον χωρίον, ἔφη δὲ πρὸς τοὺς παρόντας· «Σήμερον ἐπληρώθη ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.» Συνῳδὰ δὲ τοῖς προφήταις καὶ ὁ μέγας ἐκήρυξε Πέτρος. Τοῖς γὰρ περὶ τὸν Κορνήλιον ἐπιδεικνὺς τὸ μυστήριον οὕτως ἔφη· «Ὑμεῖς οἴδατε τὸ ῥῆμα τὸ γενόμενον καθ' ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης, Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει.» Δῆλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς διὰ τὸ χρίσμα τοῦ Πνεύματος ὠνομάσθη Χριστός. Ἐχρίσθη δὲ, οὐχ ὡς Θεὸς, ἀλλ' ὡς ἄνθρωπος. Εἰ δὲ κατὰ τὸ ἀνθρώπειον κέχρισται, μετὰ τὴν ἐνανθρώπησιν καὶ Χριστὸς ὠνομάσθη. Ἀλλ' ὅμως οὐκ ἄλλος ὁ Θεὸς Λόγος, καὶ ἄλλος ὁ Χριστός· ὁ γὰρ Θεὸς Λόγος ἐνανθρωπήσας ὠνομάσθη Χριστὸς Ἰησοῦς· ἐνηνθρώπησε δὲ, ἵνα τὴν ὑπὸ τῆς ἁμαρτίας διαφθαρεῖσαν νεουργήσῃ φύσιν. Διὰ τοῦτο πᾶσαν τὴν ἡμαρτηκυῖαν ἔλαβεν, ἵνα πᾶσαν ἰάσηται. Οὐ γὰρ προκαλύμματι τῆς θεότητος χρώμενος ἀνέλαβε τὴν τοῦ σώματος φύσιν, κατὰ τὴν Ἀρείου καὶ