Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.492
Not analysed yet
Εὐνομίου φρενοβλάβειαν· ῥᾴδιον γὰρ ἦν αὐτῷ καὶ δίχα σώματος ὀφθῆναι, καθάπερ πάλαι τῷ Ἀβραὰμ, καὶ τῷ Ἰακὼβ, καὶ τοῖς ἄλλοις ἁγίοις ἑωράθη· ἀλλ' ἠβουλήθη αὐτὴν τὴν ἡττηθεῖσαν φύσιν καταγωνίσασθαι τὸν ἀντίπαλον, καὶ τὴν νίκην ἀπολαβεῖν· τούτου δὴ χάριν καὶ σῶμα καὶ ψυχὴν ἀνέλαβε λογικήν. Οὐ γὰρ τριχῆ διαιρεῖ τὸν ἄνθρωπον ἡ θεία Γραφὴ, ἀλλ' ἐκ ψυχῆς καὶ σώματος τόδε τὸ ζῶον συνεστάναι φησίν. Ὁ γὰρ Θεὸς ἐκ τοῦ χοὸς τὸ σῶμα διαπλάσας ἐνεφύσησε τὴν ψυχὴν, καὶ δύο φύσεις ἔδειξεν, οὐ τρεῖς. Ὁ δὲ αὐτὸς Δεσπότης ἐν τοῖς Εὐαγγελίοις φησί· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν ἀποκτεῖναι μὴ δυναμένων.» Καὶ πολλὰ δὲ τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ. Ὅτι δὲ οὐ προκάλυμμα τῇ θεότητι μηχανώμενος, κατὰ τοὺς τῶν αἱρετικῶν μύθους, ἀλλὰ διὰ τῆς ἀπαρχῆς παντὶ τῷ γένει τὴν νίκην πραγματευόμενος, τελείαν τὴν ἀνθρωπείαν φύσιν ἀνέλαβε, μάρτυς ἀληθὴς, καὶ διδάσκαλος ἀκριβὴς, ὁ θεῖος Ἀπόστολος. Ἐν γὰρ τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ τὸ τῆς οἰκονομίας ἀποκαλύπτων μυστήριον οὕτως ἔφη· «Διὰ τοῦτο ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους διῆλθεν ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον.» Δείξας δὲ διὰ τούτων τὴν τῆς ἁμαρτίας ἀρχὴν, καὶ τὸν ἐκ ταύτης βεβλαστηκότα καρπὸν, καὶ τὸν ταύτην ἐξ ἀρχῆς εἰσδεξάμενον, ἐπιδείκνυσι ταύτης τὸ τέλος. «Ἄχρι γὰρ νόμου, φησὶν, ἁμαρτία ἦν ἐν τῷ κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου· ἀλλ' ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ, μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος.» Μωϋσέα δὲ τὸν νόμον καλεῖ, μέχρι δὲ τῆς τοῦ Σωτῆρος ἐπιφανείας ἡ κατὰ τοῦτον ἐκράτει πολιτεία. Παραβαινόντων δὲ καὶ τῶν ὑπὸ τοῦτον πολιτευομένων, καὶ τῶν ὑπὸ τῷ νόμῳ τελούντων τῆς φύσεως, ἐβασίλευσεν εἰκότως ὁ θάνατος, κρατυνούσης αὐτοῦ τὴν δυναστείαν τῆς ἁμαρτίας· καταδίκη γὰρ ἦν τῆς ἁμαρτίας ὁ θάνατος. Οὕτω διδάξας πόθεν τε ἡ ἁμαρτία τὴν ἀρχὴν εἴληφε, καὶ μέχρι τίνος ὁ θάνατος ἐβασίλευσε, δείκνυσι πῶς κατελύθη τούτων τὸ κράτος, καὶ τὴν ἀμέτρητον τοῦ Θεοῦ φιλανθρωπίαν ὑμνεῖ, λέγων οὕτως· «Ἀλλ' οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ, καὶ ἡ δωρεὰ ἐν χάριτι τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.» Ὑπερβαίνει, φησὶν, ἡ τῆς φιλανθρωπίας φιλοτιμία τὸ δίκαιον. Ὁ μὲν γὰρ τῆς δικαιοσύνης ὅρος ἑνὸς ἡμαρτηκότος ἅπαν τὸ τούτου γένος τῷ θανάτῳ παρέδωκεν· ὁ δὲ θεῖος ἔλεος, πάντων ἀνθρώπων ὑπὸ τὴν ἀρὰν γεγενημένων, καὶ ταῖς τῆς ἁμαρτίας πάγαις ἐμπεπαρμένων, δι' ἑνὸς δικαιοσύνην πᾶσι τὴν σωτηρίαν δεδώρηται. Ἄνθρωπον δὲ τὸν Σωτῆρα