Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.493
Not analysed yet
προσηγόρευσεν, οὐκ ἀρνούμενος αὐτοῦ τὴν θεότητα (Θεὸν γὰρ οἶδεν αὐτὸν, καὶ Θεὸν τοῦ γεγεννηκότος ὁμότιμον), ἀλλὰ διδάσκων, ὡς τῷ ὁμοίῳ τὸ ὅμοιον ἐξιάθη, καὶ τῇ ἀπαρχῇ τὸ ὅλον ἡγιάσθη. Κατὰ γὰρ τὸ ἀνθρώπειον ὑπὸ νόμον γενόμενος, καὶ τὸν νόμον πεπληρωκὼς, τοὺς παραβεβηκότας τὸν νόμον τῆς ἀρᾶς ἠλευθέρωσεν. Εἶτα πάλιν τὸν αὐτὸν λόγον ἑτέρως ἀνακυκλοῖ· «Καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα. Τὸ μὲν γὰρ κρῖμα, ἐξ ἑνὸς εἰς κατάκριμα· τὸ δὲ χάρισμα, ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.» Ὅτε, φησὶν, εἷς ἥμαρτε, κατεκρίθησαν ἅπαντες· νῦν δὲ πάντων ἡμαρτηκότων, ἅπασι τοῖς βουλομένοις ἡ διὰ πίστεως πρόκειται σωτηρία. Οὕτως δείξας τῆς κοινῆς ἁμαρτίας τὴν τοῦ ἑνὸς δικαιοσύνην ἀλεξίκακον γενομένην, δείκνυσι δι' αὐτοῦ καὶ τὴν τοῦ θανάτου τελεσθεῖσαν κατάλυσιν. «Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος, καὶ τῆς δωρεᾶς, καὶ τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ.» Τοῦ θανάτου πρόξενος, φησὶν, ἡ ἁμαρτία, τῆς δὲ ἐν βασιλείᾳ ζωῆς ἡ τοῦ ἑνὸς δικαιοσύνη. Σωζόμεθα, οὐ νόμῳ, ἀλλὰ τῷ οἴκτῳ τῷ θείῳ τῆς σωτηρίας τυγχάνοντες. Ὁ γὰρ τοῦ δικαίου νόμος πάντας εἰς τιμωρίαν ἦγε. Πάντες γὰρ τῆς ἁμαρτίας ἐργάται κατέστημεν. Εἰ γὰρ ἑνὸς ἡμαρτηκότος κατεκρίθη τὸ γένος, πάντως δήπουθεν δικαιότερον τοὺς ὑπὸ τὴν ἁμαρτίαν τελέσαντας, τὴν κόλασιν δέξασθαι. Ἀλλ' ὁ θεῖος ἔλεος ὑπερέβη τοῦ δικαίου τοὺς ὅρους, καὶ ἡ φιλανθρωπία νενίκηκε τὴν ἰσότητα, καὶ ἑνὸς τὸν νόμον πεπληρωκότος, πάντας τοὺς τούτῳ πιστεῦσαι βουλομένους ἀπολαύειν τῆς σωτηρίας ἔξεστι. Δείξας δὲ ἐν τούτοις τὸ τῆς φιλανθρωπίας ἀστάθμητον, πάλιν ἐπὶ τὸν τοῦ λόγου μεταβαίνει λόγον. Ἆρα οὖν «ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας τοὺς ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι' ἑνὸς δικαιώματος, εἰς πάντας ἀνθρώπους, εἰς δικαίωσιν ζωῆς.» Εἶτα ἀπὸ τῶν πραγμάτων ἐπὶ τὰ πρόσωπα μεταβαίνει. «Ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς, δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Σφόδρα δὲ ἀναγκαίως ἐφ' ἑκατέρου τὸ «οἱ πολλοὶ» τέθεικε. Καὶ γὰρ τοῦ Ἀδὰμ ἡμαρτηκότος, καὶ τῶν πλείστων τοὺς θείους παραβεβηκότων νόμους, διέμεινάν τινες ἐπὶ τῶν ὅρων τῆς φύσεως, καὶ τῆς ἀρετῆς ἐγένοντο φροντισταὶ, ὡς Ἄβελ, καὶ Ἐνὼχ, καὶ Νῶε, καὶ οἱ πατριάρχαι, καὶ οἱ προφῆται, καὶ ἕτεροι πλεῖστοι, οὐ μόνον παρὰ Ἰουδαίοις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἔθνεσι, περὶ ὧν ὁ θεῖος εἶπεν Ἀπόστολος· «Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος.» Καὶ μετὰ τὴν τοῦ Σωτῆρος ἐπιφάνειαν οὐχ ἅπαντες ἀπολαύουσι τῆς σωτηρίας, ἀλλ' οἱ πιστεύοντες, καὶ