Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.513
Not analysed yet
Μαρκίων δὲ, καὶ Κέρδων, καὶ ὁ Μάνης, καὶ ὅσοι τῶν σωμάτων οὐκ ἐδέξαντο τὴν ἀνάστασιν, ὡς ἀδύνατον παντελῶς τόνδε τὸν βίον ἐξέβαλον. Ὥσπερ γὰρ ᾠήθησαν ὕλης δίχα μὴ δύνασθαι δημιουργεῖν τὸν Θεὸν, οὕτως αὐτὸν ἐνόμισαν ἥκιστα δύνασθαι τὸ καθάπαξ διαλυθὲν, καὶ εἰς κόνιν ὀλίγην μεταβληθὲν, καὶ τῷ χρόνῳ δαπανηθὲν, εἰς τὴν προτέραν ἐπαναγαγεῖν αὖθις ἰδέαν. Καὶ μὴν καὶ αὐτοί φασι μίαν βῶλον ἐκ τῆς γῆς τὸν Θεὸν εἰληφότα διαπλᾶσαι τὸν ἄνθρωπον. Καὶ ἐχρῆν συνιδεῖν, ὅτι καθάπερ τότε τὴν βῶλον ἐκείνην ῥᾷστα εἰς σῶμα μετέβαλεν ὁ τῶν ὅλων Θεὸς, καὶ πολλὰ καὶ διάφορα πεποίηκε μόρια, οὕτως αὐτῷ ῥᾴδιον ἐκ τῶν ὀλίγων τούτων λειψάνων τὴν οὐσίαν κατασκευάσαι τοῦ σώματος. Τοῦτο γὰρ δὴ καὶ νῦν κατὰ παλαιὰν δημιουργίαν ὁρῶμεν ἐν τῇ μήτρᾳ γιγνόμενον. Ἐκ γὰρ τῆς ὀλίγης ὕλης τοῦ σπέρματος, καὶ ὀστᾶ φύεται, καὶ ὑμένες, καὶ νεῦρα, καὶ φλέβες, καὶ ἀρτηρίαι, καὶ δέρμα, καὶ πιμελὴ, καὶ σάρκες, καὶ τἄλλα πάντα ἐξ ὧν τὸ σῶμα συνέστηκε. Κατὰ γὰρ δὴ τὸν θεῖον ὅρον ἡ φύσις ὁδεύει, καὶ οἷόν τις ἀγαλματοποιὸς, τὸ ἔμψυχον ἄγαλμα διαπλάττει, καὶ οὔτε ἡ τῆς ὕλης σμικρότης, οὔτε ἡ τοῦ χωρίου στενότης, οὔτε ὁ περικείμενος ζόφος τὴν δημιουργίαν περιέχει. Ἀνοίας τοίνυν ἐσχάτης τὸ τοῖς ὁρωμένοις διαπιστεῖν, καὶ μάλιστα ὑπισχνουμένου Θεοῦ. Αὐτὸς γὰρ εἴρηκεν ὁ Χριστὸς, ὅτι «Ἀκούσονται οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.» Ἐν δὲ τοῖς μνημείοις οὐ τὰς ψυχὰς διάγειν εἴποι τις ἂν εὖ φρονῶν· τὰ σώματα γὰρ ἐν τούτοις κατάκεινται. Καὶ τοῖς Σαδδουκαίοις δὲ οὐ προσιεμένοις τὸν περὶ τῆς ἀναστάσεως λόγον ἐπιτιμῶν ὁ Κύριος, ἔφη ταῦτα· «Περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑπὸ τοῦ Θεοῦ, λέγοντος, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ; Καὶ ἐπήγαγεν· Οὐκ ἔστιν ὁ Θεὸς, Θεὸς νεκρῶν, ἀλλὰ ζώντων.» Καὶ τῇ Μάρθᾳ δὲ ἔφη· «Ἀναστήσεται ὁ ἀδελφός σου.» Ἐκείνη δὲ ἐκ τῆς Παλαιᾶς τοῦτο δεδιδαγμένη Γραφῆς, ἀπεκρίνατο· «Οἶδα ὅτι ἀναστήσεται ὁ ἀδελφός μου ἐν τῇ ἀναστάσει, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.» Εἶτα ὑπολαβὼν ὁ Κύριος, εἶπεν· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ ζήσεται.» Ὥσπερ τοίνυν τηνικαῦτα εἰπών· «Ἀναστήσεται ὁ ἀδελφός σου,» οὐ τὴν ψυχὴν μόνην ἀνέστησε τοῦ Λαζάρου, ἀλλὰ ταύτην μὲν ἐπανήγαγε, τὸ δὲ σῶμα δυσῶδες καὶ διαλελυμένον ἀνέστησεν· οὕτω δὴ καὶ τὴν κοινὴν ἀνάστασιν ὑποσχόμενος, τὰ διαλυθέντα σώματα συνεστῶτα πάλιν ταῖς ψυχαῖς ἀποδώσει, ἐλεύθερα θανάτου καὶ φθορᾶς ἀποφήνας. Καὶ τοῦτο διαῤῥήδην ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος· «Δεῖ γὰρ τὸ φθαρτὸν