Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.516
Not analysed yet
τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν.» Καὶ πάλιν· «Ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.» Καὶ αὖθις· «Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν.» Καὶ πάλιν· «Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι.» Τέθεικε δὲ τὴν τῶν ἀπιστούντων ἀντίθεσιν· «Ἀλλ' ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; Καὶ πρῶτον μὲν ἄφρονας αὐτοὺς προσηγόρευσεν, ὡς ὁρῶντας ἐν τοῖς σπέρμασι τὸν τῶν ἀναστάσεων τύπον, καὶ μὴ ποδηγουμένους ἐντεῦθεν εἰς τὴν τῶν σωμάτων ἀνάστασιν. Ἄφρον, γὰρ ἔφη, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται ἐὰν μὴ ἀποθάνῃ, καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν.» Ἀπόβλεψον, φησὶν, εἰς τὰ καθ' ἡμέραν γιγνόμενα. Οὐδὲν γὰρ διενηνόχασι τῶν τάφων αἱ αὔλακες. Ἐν γὰρ ταύταις ὡς ἐν τάφοις τὰ σπέρματα καταχώννυνται, ὁ δὲ τῶν ὅλων Δημιουργὸς τὸν ὑετὸν χορηγῶν, καὶ ῥίζας ταῦτα φῦσαι παρασκευάζει, καὶ φύλλα, καὶ καλάμην, καὶ τοὺς ἀθέρας, καὶ τοὺς ἀστάχυς· καὶ τῶν γηπόνων οὐδὲν ἕτερον δρώντων ἢ θαπτόντων τὰ σπέρματα, ὁ τοῦ τὰ πάντα τεκτηναμένου ὄρος ἐργάζεται τὰ λοιπά. Τοῦτο γὰρ καὶ ὁ θεῖος εἶπεν Ἀπόστολος· «Ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν.» Καὶ ἵνα μή τις ὑπολάβῃ ἕτερον διαπλάττεσθαι σῶμα, ἀναγκαίως προστέθεικε· «Καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.» Καὶ Φιλιππησίοις δὲ ἐπιστέλλων βοᾷ· «Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Μετασχηματισμὸν δὲ κέκληκεν, οὐ τὴν εἰς ἕτερον εἶδος ἐναλλαγὴν, ἀλλὰ τὴν ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μεταβολήν. Καὶ Θεσσαλονικεῦσι δὲ λίαν ἐπὶ τοῖς τελευτῶσιν ἀθυμοῦσι ψυχαγωγῶν, τὸν περὶ τῆς ἀναστάσεως αὐτοῖς προσενήνοχε λόγον. «Οὐ θέλω γὰρ, φησὶν, ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτως ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.» Καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ ταῦτα λέγειν οἰκείοις χρώμενον λογισμοῖς, ἐπήγαγε· «Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας.» Καὶ μυρίας δὲ ἑτέρας ἔστιν εὑρεῖν παρὰ τούτῳ μαρτυρίας ἐναργῶς τὴν ἀνά-