Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.517
Not analysed yet
στασιν κηρυττούσας. Κἂν τοῖς Ἱεροσολύμοις δὲ ὡς παραβάτης τοῦ νόμου κρινόμενος ἐβόα· «Ὑπὲρ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον.» Καὶ τί λέγω τοὺς ἀποστόλους, τοὺς σαφεστέραν παρὰ τοῦ Κυρίου περὶ τῆς ἀναστάσεως δεξαμένους διδασκαλίαν; Καὶ γὰρ οἱ θεσπέσιοι προφῆται ταύτην ἔχοντες διετέλεσαν τὴν ἐλπίδα. Ἀκούομεν γὰρ τοῦ θειοτάτου Δαβὶδ πρὸς τὸν Θεὸν λέγοντος· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὑτῶν ἐπιστρέψουσιν· ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ἀκούομεν δὲ καὶ Ἡσαΐου τοῦ θεσπεσίου βοῶντος· «Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις. Ὁ δὲ τρισμακάριος Ἰεζεκιὴλ, καὶ αὐτὸν εἶπεν ἑωρακέναι τὸν τρόπον τῆς ἀναστάσεως· πάμπολλα γὰρ ὀστᾶ θεασάμενος, αὐτὸς ἐκελεύσθη παρεγγυῆσαι τούτοις, καὶ σάρκα φῦσαι, καὶ νεῦρα, καὶ δέρματα. «Καὶ ἐγένετο, φησὶν, ἐν τῷ ἐμὲ προφητεῦσαι, καὶ ἰδοὺ σεισμὸς, καὶ προσήγαγεν ὀστᾶ, ὀστέον πρὸς ὀστέον, ἕκαστον πρὸς ἁρμονίαν αὐτοῦ. Καὶ εἶδον, καὶ ἰδοὺ ἐπεγένοντο αὐτοῖς νεῦρα, καὶ σάρκες ἀνεφύοντο, καὶ ἀνέβαινον ἐπ' αὐτὰ, καὶ περιετάθη ἐπ' αὐτοῖς δέρμα ἐπάνωθεν.» Εἶτα διδάσκει, πῶς κελευσθέντα πανταχόθεν ἐπανῆλθε τὰ πνεύματα, καὶ ὡς τούτων τούτοις συναφθέντων, ὁ τῆς μελλούσης ἀναστάσεως προδιεγράφη τύπος. Εἰ δὲ καὶ πρὸ τῆς τοῦ Σωτῆρος ἐπιφανείας ταῦτα προὔλεγον οἱ προφῆται, ποίαν οὐκ ἂν εἰκότως τίσαιεν δίκην οἱ μετὰ τὴν τοῦ Σωτῆρος ἀνάστασιν, καὶ τὰ τῶν ἀποστόλων κηρύγματα, διαπιστοῦντες τῷ λόγῳ τῆς ἀναστάσεως; Κʹ. —Περὶ κρίσεως. Πῶς δὲ καὶ ἡ κρίσις ἐνδίκως γενήσεται, ἥκιστα μὲν τῶν σωμάτων κατὰ τὸν τῶν ἀπίστων λόγον ἀνισταμένων, μόνων δὲ τῶν ψυχῶν εἰσπραττομένων τὰς τῶν πεπλημμελημένων εὐθύνας; Οὐδὲ γὰρ δίκαιον, τὴν μετὰ σώματος ἡμαρτηκυῖαν ψυχὴν, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ φθόνον, καὶ πόθους ἐκτόπους εἰσδεξαμένην, διὰ δὲ τῶν ἀκοῶν λόγοις παρανόμοις καταθελχθεῖσαν, καὶ δι' ἑκάστου μορίου τοῦ σώματος ἐρεθισμούς τινας οὐκ ἀγαθοὺς δεξαμένην, μόνην εἰσπράττεσθαι τὴν ὑπὲρ τῶν πεπλημμελημένων ποινὴν, καὶ τοῦτο ὑπομένειν, οὐκ ἐν σμικρῷ τινι χρόνῳ, ἀλλ' ἐν ἀπείροις αἰῶσιν; τοῦτο γὰρ ὑπὸ τῆς θείας Γραφῆς ἐδιδάχθημεν. «Οὗτοι γὰρ ἀπελεύσονται, φησὶν, εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν καὶ αἰσχύνην αἰώνιον.» Πῶς δ' αὖ πάλιν ὅσιον, τὰς τῶν ἁγίων ψυχὰς μόνας τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύειν μετὰ τῶν σωμάτων κατωρθωκυίας τὴν ἀρετήν; Ὀφθαλμοὶ μὲν γὰρ τὰ τῆς κατανύξεως προχέουσι δάκρυα, αἱ δὲ ἀκοαὶ τὰ θεῖα λόγια διαπορθμεύουσι τῇ ψυχῇ, ἡ δὲ γλῶττα καὶ ὑμνεῖ τὸν εὐεργέτην καὶ διηνεκῶς προσφέρει τὴν προσευχὴν, αἱ δὲ χεῖρες ὑπουργοῦσι τῇ θεραπείᾳ τῶν δεομένων, καὶ