Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.525
Not analysed yet
Χριστοῦ.» Ἔδειξε δὲ διὰ τούτων καὶ τὴν προτέραν ἐπιφάνειαν διὰ τὴν δευτέραν γεγενημένην. Τούτου γὰρ ἕνεκα, φησὶν, ἐπεφάνη, ἵνα ἀσεβείας ἡμᾶς καὶ παρανομίας ἐλευθερώσας, καὶ πᾶσαν ἀρετὴν ἐκπαιδεύσας, μετὰ θυμηδίας τὴν δευτέραν ἐπιφάνειαν προσμένειν παρασκευάσῃ. Καὶ Θεσσαλονικέας δὲ θαυμάζει, ὅτι τῆς τῶν εἰδώλων πλάνης ἀπαλλαγέντες εἵλοντο δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. Καὶ Ἑβραίοις δὲ γράφων, τήνδε τὴν παρουσίαν ἐμήνυσε προφητικῇ χρησάμενος μαρτυρίᾳ. «Ἔτι γὰρ, φησὶν, ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ.» Ταῦτα δὲ καὶ Φιλιππησίους ἐδίδαξεν· «Ἡμῶν γὰρ, ἔφη, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν.» Ὡσαύτως δὲ καὶ Θεσσαλονικέας· «Αὐτὸς γὰρ, φησὶν, ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι,» καὶ τὰ ἑξῆς. Ῥᾴδιον δὲ καὶ ἄλλας παραγαγεῖν μαρτυρίας, τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν κηρυττούσας, ἀλλ' ἀποχρῶσι καὶ αὗται πεῖσαι καὶ τοὺς λίαν ἐριστικούς. ΚΓʹ. —Περὶ ἀντιχρίστου. Ἐκεῖνο μέντοι ἀναγκαῖον προσθεῖναι τοῖς εἰρημένοις, ὡς πρὸ τῆς Δεσποτικῆς ἐπιφανείας ἥξει φύσιν ἀνθρωπείαν ὑποδὺς ὁ τῶν ἀνθρώπων ἀλάστωρ, ὁ ἀντίθεος δαίμων, ὁ τῆς θείας προσηγορίας λῃστής. Καὶ καθάπερ πάλαι τὸ Θεός ὄνομα κεκλοφὼς ἐπιτέθεικεν ἑαυτῷ, καὶ τοῖς τῆς πονηρίας αὑτοῦ συνεργοῖς, καὶ πέπεικε τοὺς ἀνθρώπους διὰ τῶν χειροτμήτων ξοάνων τὸ θεῖον αὐτῷ σέβας προσενεγκεῖν, οὕτω τὴν τοῦ Δεσπότου Χριστοῦ προσηγορίαν σφετερισάμενος, πάντας μὲν, ὡς ἔπος εἰπεῖν, ἐξαπατήσει, φενακίσει δὲ καὶ τῶν σεπτὸν ὄνομα περικειμένων πολλοὺς, ἑαυτὸν εἶναι λέγων Χριστὸν, ὃν οἱ θεῖοι χρησμῳδοῦντες προφῆται ἐπιφανήσεσθαι προὔλεγον. Δελεάσει δὲ καὶ τοὺς εὐαλώτους, θαυματουργίαις τισὶν ἀπατηλαῖς κεχρημένος· καὶ τοῦτο πολλοὶ μὲν τῶν προφητῶν αἰνιγματωδῶς προεῖπον ἐν τῇ Παλαιᾷ. Εὐρύτερον δὲ καὶ σαφέστερον τὰ περὶ τούτου τεθέσπικεν ὁ θεῖος Δανιήλ. Εἰ δέ τινα τούτων καὶ σαφηνίσαι δεῖ, προανεπτύξαμεν ταῦτα, πᾶσαν κατὰ λέξιν ἡρμηνευκότες τὴν προφητείαν. Καὶ τὰ Θεσσαλονικεῦσι δὲ ὑπὸ τοῦ θείου Παύλου γραφέντα μετὰ τῶν ἄλλων ἐπιστολῶν ἑρμηνεύσαντες, μακροτέροις ἢ κατὰ τὸ εἰωθὸς ἐχρησάμεθα λόγοις τὸ περὶ τοῦ Ἀντιχρίστου χωρίον διερευνώμενοι. Τινὰς γὰρ ὑπειληφότας τὸν τῆς Δεσποτικῆς παρουσίας πελάσαι καιρὸν, ἀναγκαίως ὁ θεῖος Ἀπόστολος ἐξεπαίδευσεν, ὡς χρὴ πρότερον ταῖς τῆς θεογνωσίας ἀκτῖσι καταυγασθῆναι τὴν οἰκουμένην, καὶ δήλους γενέσθαι τοὺς τροφίμους τῆς πίστεως, καὶ ἀποκριθῆναι τῶν πεπιστευκότων τοὺς ἀντιλέγοντας, εἶθ' οὕτω πρότερον ἐπιφανῆναι τὸν τοῦ ψεύδους τεχνίτην, εἰς ἔλεγχον τῶν τῆς ἀληθείας μὴ δεξαμένων τὸ κήρυγμα. Τοῦτο γὰρ καὶ