Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.528
Not analysed yet
ὁ Κύριος ἔφη τοῖς Ἰουδαίοις· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με. Ἔρχεται ἄλλος ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον λήψεσθε.» Ταὐτὸ δὲ τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· «Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς· καὶ διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ εἰς ἔλεγχον.» Τοιγαροῦν τῶν ἠπιστηκότων τῷ τῆς ἀληθείας κηρύγματι ἥξει τῆς πονηρίας ὁ πατὴρ καὶ διδάσκαλος. Ἐπειδὴ γὰρ Ἰουδαῖοι, τοῦ Θεοῦ δῆθεν ὑπερμαχοῦντες, ὡς ἀντίθεον τῷ σταυρῷ τὸν Δεσπότην προσήλωσαν, μέγιστος αὐτῶν ἔλεγχος τῆς ἀσεβείας γενήσεται τοῦ Ἀντιχρίστου ἡ παρουσία. Ὁ μὲν γὰρ Δεσπότης Χριστὸς, Θεὸς ὢν ἀληθινὸς, καὶ τοῦ ἀληθινοῦ Θεοῦ Υἱὸς, Υἱὸν ἀνθρώπου ἑαυτὸν καὶ ἄνθρωπον προσηγόρευσεν, ἀπὸ τῆς ὁρωμένης φύσεως τὰς προσηγορίας τιθεὶς, ὀλιγάκις δὲ Θεοῦ Υἱὸν ὠνόμασεν ἑαυτόν. Ὁ δὲ παμπόνηρος δαίμων, θεὸν μέγιστον ἑαυτὸν ὀνομάσει. Τοῦτο γὰρ καὶ ὁ ἅγιος ἄγγελος τὸν προφήτην ἐδίδαξε Δανιήλ· «Ἐπὶ θεοὺς γὰρ, ἔφη, τῶν πατέρων αὑτοῦ οὐ συνήσει, καὶ θεὸν Μαζουρὶμ ἐπὶ τόπῳ ἑαυτοῦ δοξάσει·» τουτέστιν, ἰσχυρὸν καὶ δυνατὸν ἑαυτὸν προσαγορεύσει θεόν. Ἀλλ' ὅμως οἱ τὸν Δεσπότην ἐσταυρωκότες, ὡς Υἱὸν Θεοῦ ἑαυτὸν ὀνομάσαντα, τούτῳ φανησομένῳ πιστεύσουσι, καὶ ταύτῃ δεικνύντες, ὡς ἔχθιστοι μὲν εἰσὶ τῆς ἀληθείας, ἐργάται δὲ τοῦ ψεύδους. Τούτου δὴ χάριν ἐνδίδωσιν ὁ πάνσοφος ἐπιφανῆναι τὸν ἀλιτήριον. Εὔδηλον γὰρ ὡς οὐκ ἂν ὤφθη μὴ βουλομένου Θεοῦ. Οὐ μὴν ἐνέργειαν καλοῦμεν τὴν βούλησιν. Κακῶν γὰρ ἀναίτιος ὁ Θεὸς, καὶ κατὰ τοὺς ἔξω σοφούς. Οὐδὲ γὰρ τὸν Κάϊν αὐτὸς ἀνδροφόνον ἀπέφηνεν, ἐπειδὴ βουληθέντα τὸν ἀδελφὸν ἀνελεῖν οὐκ ἐκώλυσεν. Οὐδὲ τοῦ Ἰακὼβ τοὺς παῖδας αὐτὸς ἀποδόσθαι τὸν Ἰωσὴφ παρεσκεύασεν, ἐπειδήπερ αὐτῶν οὐκ ἔπαυσε τὴν ἐγχείρησιν. Ἔστι γὰρ εὑρεῖν, κἀκείνους μὲν κακῶς χρησαμένους τῷ αὐθαιρέτῳ τῆς γνώμης, τὸν δὲ πάνσοφον Δεσπότην διὰ τῆς ἐκείνων πονηρίας δείξαντα τὴν τῶν ὀνείρων ἀλήθειαν. Οὕτω τοιγαροῦν καὶ τοῦτον συγχωρεῖ φανῆναι, τὴν ἐκείνου πονηρίαν γυμνῶν, καὶ τὴν τῶν Ἰουδαίων μοχθηρίαν ἐλέγχων. Ἐπιφέρει δὲ ὅτι τάχιστα, τούτῳ μὲν πανωλεθρίαν, Ἰουδαίοις δὲ θεραπείαν. «Ἀποστελεῖ γὰρ τὸν Θεσβίτην Ἡλίαν, καὶ ἐξαπάτην διελέγχοντα τὴν ἐκείνου, καὶ τὴν σωτήριον αὐτοῦ προμηνύοντα παρουσίαν.» Ὁ μέντοι τῆς ἀληθείας ἀντίπαλος τὴν Δεσποτικὴν ὡς ἐπίπαν μιμήσεται παρουσίαν, καὶ σκεῦος ἀνθρώπειον ἐκλεξάμενος τῆς οἰκείας ἄξιον ἐνεργείας, οὕτω παραχρήσεται τοῖς ἀνθρώποις, ταῖς ψευδέσι κεχρημένος τερατουργίαις. Καὶ τοῦτο διαῤῥήδην ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος δι' ὧν Θεσσαλονικεῦσιν ἐπέστειλε. Λέγει δὲ οὕτως· «Ἐρωτῶμεν