Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.553
Not analysed yet
μεταδιδόναι τῶν θείων. «Μὴ βάλλετε γὰρ, φησὶ, ἅγιον τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.» Τούτους ἡ Ἐκκλησία καὶ περὶ μετανοίας ἔχει τοὺς νόμους. ΚΘʹ. —Περὶ ἐγκρατείας. Οἴνου δὲ καὶ κρεωφαγίας ἀποχὴν, καὶ τὴν ἄλλην ἐγκράτειαν, οὐ τοῖς αἱρετικοῖς παραπλησίως ἀσπάζεται. Οἱ μὲν γὰρ ὡς βδελυκτῶν τούτων νομοθετοῦσιν ἀπέχεσθαι· ἡ δὲ Ἐκκλησία οὐδὲν περὶ τούτων νενομοθέτηκεν· οὐδὲ γὰρ ἀπαγορεύει τὴν τούτων μετάληψιν. Τούτου χάριν ἀδεῶς οἱ μὲν τῶν νενομισμένων ἡδέων ἀπολαύουσιν, οἱ δὲ ἀπέχονται. Κατακρίνει δὲ οὐδεὶς τῶν εὖ φρονούντων τὸν ἐσθίοντα· καὶ ἡ ἀποχὴ γὰρ, καὶ ἡ μετάληψις, ὑπὸ τὴν ἐξουσίαν τελοῦσι τῆς γνώμης, καὶ ὁ μονήρης δὲ βίος οὐκ ἀναγκαστικὸς, ἀλλ' αὐθαίρετος. Καὶ τοῦτο δὲ παρὰ τῶν ἀποστολικῶν ἐδιδάχθημεν νόμων· «Ὁ ἐσθίων γὰρ, φησὶ, τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω.» Καὶ πάλιν· «Πάντα καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.» Καὶ τοῦτο δὲ αὐτῶν τῶν ἀνοσίων κατηγορῶν ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ ταῦτα γέγραφε· «Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ἐσχάτοις καιροῖς ἀποπλανηθῶσί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης, καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετ' εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν· ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετ' εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.» Καὶ Κορινθίοις δὲ προσέταξε πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίειν, μηδὲν ἀνακρίνοντας διὰ τὴν συνείδησιν. Καὶ τὸν ὑπό τινος τῶν ἀπίστων καλούμενον εἰς ἑστίασιν τῶν παρατιθεμένων ἀδεῶς μεταλαμβάνειν ἐκέλευσεν, εἰ μή τις ἄρα μηνύσῃ εἰδωλόθυτα εἶναι τῶν ὄψων τινά. Τοσοῦτον ἀπέσχετο ὁ θεῖος ἐκεῖνος ἀνὴρ κωλύσαι τῶν κρεῶν τὴν μετάληψιν. Καὶ αὐτὸς δὲ ὁ Κύριος ἔφη περὶ ἑαυτοῦ· «Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος, καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.» Καὶ τὸ Πάσχα δὲ ἐπιτελέσας, τὸν ἀμνὸν ἔφαγε, δηλονότι μετὰ τῶν μαθητῶν· καὶ εἰς τὸν γάμον κληθεὶς, οὐ μόνον οὐκ ἀπηγόρευσε τὸ πίνειν, ἀλλὰ καὶ οἶνον τοῖς ἑστιωμένοις παραδόξως ἐδημιούργησε. Τοιγαροῦν καὶ τῶν Ἐγκρατιτῶν τὴν πλάνην τὰ θεῖα δόγματα λαμπρῶς ἀπελέγχουσιν· ἡ δὲ τοῦ Θεοῦ Ἐκκλησία τοῖς μὲν τῶν αἱρετικῶν ἀντιτάττεται μύθοις, τοῖς δὲ θείοις δόγμασιν ἐπακολουθεῖ. Παρακαλῶ τοίνυν τοὺς ἐντευξομένους τῇδε τῇ συγγραφῇ, ἑκάστῳ τῶν πονηρῶν ἐκείνων δογμάτων παραθεῖναι τὰ θεῖα, καὶ τῇ παρ-