Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Haereticarum fabularum compendium 83.556
Not analysed yet
εξετάσει καταμαθεῖν, ὅσον τοῦ ψεύδους καὶ τῆς ἀληθείας τὸ μέσον. «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστῷ πρὸς Βελίαν;» Τῷ ὄντι γὰρ ἐκεῖνα μὲν τῆς διαβολικῆς κακοτεχνίας εὑρέματα· ταῦτα δὲ τοῦ θείου Πνεύματος δόγματα· οἷς ἕπεσθαι προσήκει διηνεκῶς, καὶ τὸν τούτων ἀκλινῆ φυλάττειν κανόνα, καὶ τούτῳ τὴν οἰκείαν διευθύνειν ψυχήν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα πρέπει, τιμὴ, καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.