Ancient Greek
Book 1, Chapter 12
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.12.11
Not analysed yet
>Κατὰ ταῦτα δὲ καὶ τὸ »γεννηθέντα καὶ οὐ ποιηθέντα« κατεδεξά- >μεθα, ἐπειδὴ τὸ ποιηθὲν κοινὸν ἔφασκον εἶναι πρόσρημα τῶν >λοιπῶν κτισμάτων τῶν διὰ τοῦ υἱοῦ γενομένων, ὧν οὐδὲν ὅμοιον ἔχειν >τὸν υἱόν· διὸ δὴ μὴ εἶναι αὐτὸν ποίημα τοῖς δι’ αὐτοῦ γενομένοις >ἐμφερές, κρείττονος δὲ ἢ κατὰ πᾶν ποίημα τυγχάνειν οὐσίας, ἣν ἐκ >τοῦ πατρὸς γεγεννῆσθαι τὰ θεῖα διδάσκει λόγια, τοῦ τρόπου τῆς >γεννήσεως καὶ ἀνεκφράστου καὶ ἀνεπιλογίστου πάσῃ γενητῇ φύσει >τυγχάνοντος.