Ancient Greek
Book 1, Chapter 12
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.12.12
Not analysed yet
>Οὕτως δὲ καὶ τὸ ὁμοούσιον εἶναι τοῦ πατρὸς τὸν υἱὸν ἐξεταζό- >μενος ὁ λόγος συνίστησιν, οὐ κατὰ τὸν τῶν σωμάτων τρόπον οὐδὲ >τοῖς θνητοῖς ζῴοις παραπλησίως· οὔτε γὰρ κατὰ διαίρεσιν τῆς >οὐσίας οὔτε κατὰ ἀποτομήν, ἀλλ’ οὐδὲ κατά τι πάθος ἢ τροπὴν ἢ >ἀλλοίωσιν τῆς τοῦ πατρὸς δυνάμεως· τούτων γὰρ ἁπάντων >ἀλλότριον εἶναι τὴν ἀγέννητον τοῦ πατρὸς φύσιν·