Ancient Greek
1.13.3 to 1.13.4
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.13.3-4
Not analysed yet
Καὶ μετὰ βραχέα πόλιν καὶ ταῦτα προστέθεικεν· »Οὕτω δὴ συνταξάμενος ἐπὶ τὰ σφῶν οἰκεῖα τοὺς πάντας ἐπανι- >έναι ἠφίει. οἱ δὲ ἐπανῄεσαν σὺν εὐφροσύνῃ, ἐκράτει τε λοιπὸν >παρὰ τοῖς πᾶσι μία γνώμη, παρ’ αὐτῷ βασιλεῖ συμφωνηθεῖσα, >συναπτομένων ὥσπερ ὑφ’ ἑνὶ σώματι τῶν ἐκ μακροῦ διῃρημένων. χαίρων >δῆτα βασιλεὺς ἐπὶ τῷ κατορθώματι τοῖς μὴ παρατυχοῦσι τῇ συνόδῳ >καρπὸν εὐθαλῆ δι’ ἐπιστολῶν ἐδωρεῖτο, λαοῖς τε ἅπασι τοῖς τε καὶ >ἀγροὺς καὶ τοῖς ἀμφὶ τὰς πόλεις χρημάτων ἀφθόνους διαδόσεις >ποιεῖσθαι παρεκελεύετο, ὡδί πη γεραίρων τὴν ἑορτὴν τῆς >εἰκοσετοῦς. «