Ancient Greek
Book 1, Chapter 13
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.13.2
Not analysed yet
»Ὁ μὲν δὴ ταῦτ’ εἰπὼν Ῥωμαίᾳ γλώττῃ, ὑφερμηνεύοντος ἑτέρου, >παρεδίδου τὸν λόγον τοῖς τῆς συνόδου προέδροις. ἐντεῦθεν δ’ >μὲν ἀρξάμενοι κατῃτιῶντο τοὺς πέλας, οἱ δ’ ἀπελογοῦντό τε >ἀντεμέμφοντο. πλείστων δῆτα ὑφ’ ἑκατέρου τάγματος >μένων πολλῆς τε ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, >ἐπηκροᾶτο ὁ βασιλεὺς τῶν πάντων σχολῇ τε εὐτόνῳ τὰς >ὑπεδέχετο, ἐν μέρει τε ἀντιλαμβανόμενος τῶν παρ’ ἑκάστου >λεγομένων, ἠρέμα συνῆγε τοὺς φιλονείκως ἐνισταμένους, πράως >ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας ἑλληνίζων τε τῇ φωνῇ, >μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκερός τις ἢν καὶ ἡδύς, τοὺς μὲν >πείθων, τοὺς δὲ καταδυσωπῶν τῷ λόγω, τοὺς δ᾿ εἰ λέγοντας >νῶν, πάντας δὲ εἰς ὁμόνοιαν ἐλαύνων, ἕως ὅτε ὁμογνώμονας >ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατεστήσατο, ὡς >ὁμόφωνον μὲν κρατῆσαι τὴν πίστιν, τῆς δὲ σωτηρίου ἑορτῆς τὸν >αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν. ἐκυροῦτο δὲ ἤδη καὶ >ἐν γραφῇ δι’ ὑποσημειώσεως ἑκάστου τὰ κοινῇ δεδογμένα. «