Ancient Greek
1.17.1 to 1.17.6
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.17.1-6
Not analysed yet
»Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Μακαρίῳ. >Τοσαύτη τοῦ σωτῆρος ἡμῶν ἐστιν ἡ χάρις ὡς μηδεμίαν >χορηγίαν τοῦ παρόντος θαύματος ἀξίαν εἶναι δοκεῖν. τὸ γὰρ >ρισμα τοῦ ἁγιωτάτου ἐκείνου πάθους ὑπὸ τῇ γῇ πάλαι >τοσαύταις ἐτῶν περιόδοις λαθεῖν, ἄχρις οὑ διὰ τῆς τοῦ κοινοῦ >των ἐχθροῦ ἀναιρέσεως ἐλευθερωθεῖσι τοῖς ἑαυτοῦ θεράπουσιν >λάμπειν ἔμελλε, πᾶσαν ἔκπληξιν ὡς ἀληθῶς ὑπερβαίνει. εἰ γὰρ >πάντες οἱ διὰ πάσης τῆς οἰκουμένης εἶναι δοκοῦντες σοφοὶ εἰς ἕν >καὶ τὸ αὐτὸ συνελθόντες ἄξιόν τι τοῦ πράγματος ἐθέλωσιν εἰπεῖν, >οὐδ᾿ ἂν πρὸς τὸ βραχύτατον ἁμιλληθῆναι δυνήσονται. ἐπὶ τοσοῦτον >πᾶσαν ἀνθρωπίνου λογισμοῦ χωρητικὴν φύσιν ἡ τοῦ θαύματος >τούτου πίστις ὑπερβαίνει ὅσῳ τῶν ἀνθρωπίνων τὰ οὐράνια συνέ- >στηκεν εἶναι δυνατώτερα. διὰ τοῦτο γοῦν οὕτος ἀεὶ καὶ πρῶτος καὶ >μόνος ἐστί μοι σκοπός, ἱν ὥσπερ ἑαυτὴν ὁσημέραι καινοτέροις >θαυμασιν ἡ τῆς ἀληθείας πίστις ἐπιδείκνυσιν, οὕτως καὶ αἱ ψυχαὶ >πάντων ἡμῶν περὶ τὸν ἅγιον νόμον σωφροσύνῃ καὶ ὁμογνώμονι >προθυμίᾳ σπουδαιότεραι γίγνωνται. ὅπερ ἐπειδὴ πᾶσιν εἶναι νομίζω >φανερόν, ἐκεῖνο μάλιστά σε πεπεῖσθαι βούλομαι, ὡς ἄρα πάντων >μοι μᾶλλον μέλει ὅπως τὸν ἱερὸν ἐκεῖνον τόπον, ὃν θεοῦ >προστάματι αἰσχίστης εἰδώλου προσθήκης ὥσπερ τινὸς ἐπικειμένου βάρους >ἐκούφισα, ἅγιον μὲν ἐξ ἀρχῆς θεοῦ χρίσει γεγενημένον, ἁγιώτερον >δὲ ἀποφανθέντα ἀφ’ οὑ τὴν τοῦ σωτηρίου πάθους πίστιν εἰς φῶς >προήγαγεν, οἰκοδομημάτων κάλλει κοσμήσωμεν. >Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτως διατάξαι τε καὶ >ἑκάστου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν, ὡς οὐ μόνον >βασιλικὴν τῶν πανταχοῦ βελτίονα, ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα >ὡς πάντα τὰ ἐφ’ ἑκάστης καλλιστεύοντα πόλεως ὑπὸ τοῦ κτίσματος >τούτου νικᾶσθαι. καὶ περὶ τῆς τῶν τοίχων ἐγέρσεως τε καὶ καλ- >λιεργίας Δρακιλλιανῷ τῷ ἡμετέρῳ φίλῳ, τῷ διέποντι τῶν λαμπρο- >τάτων ἐπάρχων μέρη, καὶ τῷ τῆς ἐπαρχίας ἄρχοντι παρ’ ἡμῶν >ἐγκεχειρίσθαι τὴν φροντίδα γίνωσκε.