Ancient Greek
Book 1, Chapter 17
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.17.7
Not analysed yet
κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς >εὐσεβείας καὶ τεχνίτας καὶ ἐργάτας καὶ πάντα ὅσα περὶ τὴν οἰκο- >δομὴν ἀναγκαῖα τυγχάνειν παρὰ τῆς σῆς καταμάθοιεν ἀγχινοίας >παραχρῆμα διὰ τῆς ἐκείνων προνοίας ἀποσταλῆναι. περὶ δὲ >κιόνων εἴτ’ οὖν μαρμάρων, ἃ δἂν νομίσειας εἶναι τιμιώτερά τε καὶ >χρησιμώτερα, αὐτὸς συνόψεως γενομένης πρὸς ἡμᾶς γράψαι >σπούδασον, ἵν ὅσων δἂν καὶ ὁποίων χρείαν εἶναι διὰ τοῦ σοῦ γράμματος >ἐπιγνῶμεν, ταῦτα πανταχόθεν μετενεχθῆναι δυνηθῇ· τὸν γὰρ τοῦ >κόσμου θαυμασιώτερον τόπον κατ’ ἀξίαν φαιδρύνεσθαι δίκαιον. >Τὴν δὲ τῆς βασιλικῆς καμάραν, πότερον λακωναρίαν ἢ διά τινος >ἑτέρας ἐργασίας γενέσθαι δοκεῖ, παρὰ σοῦ γνῶναι βούλομαι (εἰ γὰρ >λακωναρία μέλλοι εἶναι, δυνήσεται καὶ χρυσῶ καλλωπισθῆναι τὸ >λειπόμενον), ἵνα ἡ σὴ ὁσιότης τοῖς προειρημένοις δικασταῖς ᾗ τάχος >γνωρισθῆναι ποιήσῃ ὅσων τε καὶ ἐργατῶν καὶ τεχνιτῶν καὶ >ἀναλωμάτων χρεία ἃ καὶ πρὸς ἐμὲ εὐθέως ἀνενεγκεῖν σπούδασον, οὐ μόνον >περὶ τῶν μαρμάρων τε καὶ κιόνων, ἀλλὰ καὶ περὶ τῶν >λακωναριῶν, εἴ γε τοῦτο κάλλιον ἐπικρίνειας. ὁ θεός σε διαφυλάξει. >ἀδελφὲ ἀγαπητέ. «