Ancient Greek
Book 1, Chapter 18
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.18.1
Not analysed yet
Τούτοις τοῖς γράμμασιν οὐκ ἅλιος τις διηκόνησεν ἀλλ’ αὐτὴ τοῦ βασιλέως ἡ μήτηρ, ἡ καλλίπαις ἐκείνη καὶ παρὰ πάντων ᾀδομένη τῶν εὐσεβῶν, ἡ τὸν μέγαν τοῦτον φωστῆρα τεκοῦσα καὶ τὴν τῆς εὐσεβείας αὐτῷ προσενεγκοῦσα τροφήν αὕτη τῶν τῆς ὁδοιπορίας πόνων ἀνασχομένη καὶ τοῦ γήρως οὐ λογισαμένη τὰ πάθη· πρὸ γὰρ ὀλίγου τῆς τελευτῆς τὴν ἀποδημίαν ταύτην ἐστείλατο, τοῦτις δὲ τὸ τέρμα τοῦ βίου κατείληφεν.