Ancient Greek
Book 1, Chapter 21
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.21.9
Not analysed yet
τῶν δὲ ἄλλων ἀρχιερέων παρῆσαν γὰρ οὐκ ὀλίγοι καὶ τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων καὶ τὰ τυρευθέντα παντάπασιν ἀγνοοῦντες) προφανῶς ἀντιλεγόντων καὶ τὸν μέγαν Εὐστάθιον τὴν ψῆφον ἐκείνην τὴν παράνομον δέξασθαικωλυόντων, πρὸς βασιλέα τὴν ταχίστην οἱ τὸ δρᾶμα συντεθεικότες ἀπῆλθον, καὶ πείσαντες αὐτὸν ὡς ἀληθὴς ἡ γραφὴ καὶ δικαία τῆς καθαιρέσεως ἡ ψῆφος, ὡς μοιχὸν ὁμοῦ καὶ τύραννον ἐξελαθῆναι παρασκευάζουσι τὸν τῆς εὐσεβείας καὶ σωφροσύνης ἀγωνιστήν.