Ancient Greek
Book 1, Chapter 22
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.22.1
Not analysed yet
Καὶ ἐκεῖνος μὲν διὰ τῆς Θρᾴκης εἰς Ἰλλυρικὴν πόλιν ἀπήχθη. οὗτοι δὲ πρῶτον μὲν ἀντ’ αὐτοῦ χειροτονοῦσιν Εὐλάλιον. τούτου δὲ ὀλίγον ἐπιβιώσαντος χρόνον, Εὐσέβιον μεταθεῖναι τὸν Παλαιστῖνον ἠθέλησαν. ἐπειδὴ δὲ καὶ αὐτὸς ἔφυγε τὴν μετάθεσιν καὶ βασιλεὺς διεκώλυσεν, Εὐφρόνιον προεβάλοντο. καὶ τούτου δὲ τελευτήσαντος ἐνιαυτὸν γὰρ καὶ μῆνας ὀλίγους μετὰ τὴν χειροτονίαν ἐβίω), Φλακίτῳ τῆς ἐκκλησίας ἐκείνης τὴν προεδρίαν παρέδοσαν.