Ancient Greek
Book 1, Chapter 25
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.25.12
Not analysed yet
Τοσαύτην ὁ πάντα ἄριστος βασιλεὺς τῶν εὐσεβείᾳ κοσμουμένων ἐποιεῖτο φροντίδα, οὐ μόνον τῶν ὑπηκόων ἐπιμελούμενος ἀλλὰ καὶ τῶν ὑφ’ ἕτερα σκῆπτρα τελούντων εἰς δύναμιν προμηθούμενος. διά τοι τοῦτο καὶ αὐτὸς τῆς θείας κηδεμονίας ἀπήλαυε καὶ τῆς τε Εὐρώπης ἁπάσης καὶ τῆς Λιβύης, πρὸς δὲ ταύταις καὶ τοῦ πλείστου τῆς Ἀσίας κατέχων τὰς ἡνίας, εὔνους εἶχε τοὺς ἀρχομένους καὶ τῷ χαλινῷ μεθ᾿ ἡδονῆς πειθομένους.