Ancient Greek · ~5 min
1.25.7 to 1.25.11
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.25.7-11
Not analysed yet
>τουτων ἐκεῖνον ἕνα ἡγοῦμαι γεγονέναι ὃν καθάπερ τις σκηπτὸς ἡ >θεία μῆνις τῶν τῇδε ἀπελάσασα τοῖς ὑμετέροις μέρεσι παρεδέδωκε. >τῆς ἐπ’ αὐτῷ αἰσχύνης πολυθρύλητον τὸ παρ’ ὑμῖν τρόπαιον >ἀποφηναντα. Ἀλλὰ γὰρ ἔοικεν εἰς καλὸν προκεχωρηκέναι τὸ καὶ ἐν τῷ καθ’ >ἡμᾶς αἰῶνι τὴν τῶν τοιούτων τιμωρίαν περιφανῆ δειχθῆναι. ἐπεῖδον >γὰρ καὶ αὐτὸς ἐκείνων τὰ τέλη τῶν ἔναγχος ἀθεμίτοις προστάγμασι >τὸν τῷ θεῷ ἀνακείμενον λαὸν ἐκταραξάντων. διὸ δὴ καὶ πολλὴ >χάρις τῷ θεῷ, ὅτι τελείᾳ προνοίᾳ πᾶν τὸ ἀνθρώπινον τὸ >θεραπεῦον τὸν θεῖον νόμον, ἀποδοθείσης αὐτῶ τῆς εἰρήνης. ἀγάλλεται >καὶ γαυριᾷ. ἐντεῦθεν καὶ ἡμῖν αὐτοῖς πέπεισμαι ὡς ὅτι κάλλιστα >καὶ ἀσφαλέστατα ἔχει ἀπάντα, ὁπότε διὰ τῆς ἐκείνων καθαρᾶς τε >καὶ δοκίμου θρησκείας ἐκ τῆς περὶ τὸ θεῖον συμφωνίας πάντας εἰς >αὐτὸν ἀγείρειν >Τούτου τοῦ καταλόγου τῶν ἀνθρώπων, λέγω δὴ τῶν χριστιανῶν >(ὑπὲρ γὰρ τούτων ὁ πᾶς μοι λόγος), ὦς οἴει με ἥδεσθαι ἀκούοντα. >ὅταν καὶ τῆς Πέρσιδος τὰ κράτιστα ἐπὶ πλεῖστον ὥσπερ ἔστι μοι >βουλομένῳ κοσμῆται. σοί τε οὑν ὡς ὅτι κάλλιστα ἐκείνοις τε >ὡσαύτως ὑπάρχοι τὰ κάλλιστα, ὅ τι σοὶ κἀκείνοις. οὕτω γὰρ ἕξεις τὸν >τῶν ὅλων δεσπότην πρᾶον, ἵλεω καὶ εὐμενῆ. τούτους τοιγαροῦν. >ἐπειδὴ τοσοῦτος εἶ, σοὶ παρατίθεμαι τοὺς αὐτοὺς τούτους, ὅτι καὶ >εὐσεβείᾳ ἐπίσημος εἶ, ἐγχειρίζων. τούτους ἀγάπα ἁρμοδίως τῆς αὐτοῦ >φιλανθρωπίας. σαυτῶ τε γὰρ καὶ ἡμῖν ἀπερίγραπτον δώσεις διὰ >τῆς πίστεως τὴν χάριν. «