Ancient Greek · ~4 min
1.25.2 to 1.25.5
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.25.2-5
Not analysed yet
>θῆναι. τοῦτον τὸν θεὸν πρεσβεύω· οὗ τὸ σημεῖον ὁ τῷ θεῷ ἀνα- >κείμενός μου στρατὸς ὑπὲρ τῶν ὤμων φέρει, καὶ ἐφ’ ἅπερ ἂν ὁ δικαίου λόγος παρακαλῇ κατευθύνεται· ἐξ αὐτῶν δὲ ἐκείνων περι- >φανέσι τροπαίοις αὐτίκα τὴν χάριν ἀντιλαμβάνω. τοῦτον τὸν >ἀθανάτῳ μνήμῃ τιμὰν ὁμολογῶ, τοῦτον ἀκραιφνεῖ καὶ καθαρᾷ >νοίᾳ ἐν τοῖς ἀνωτάτω τυγχάνειν ÿkeraigqazomai. >Τοῦτον ἐπικαλοῦμαι γόνυ κλίνας, φεύγων μὲν πᾶν αἷμα βδελυ- >κτὸν καὶ ὀσμὰς ἀηδεῖς καὶ ἀποτροπαίους, πάσαν δὲ γεώδη >ἐκκλίνων, οἷς πᾶσιν ἡ ἀθέμιτος καὶ ἄρρητος πλάνη χραινομένη >λοὺς τῶν ἐθνῶν καὶ ὅλα γένη κατέρριψε τοῖς κατωτάτω >παραδοῦσα. ἃ γὰρ ὁ τῶν ὅλων θεὸς προνοίᾳ τῶν ἀνθρώπων διὰ >φιλανθρωπίαν οἰκείαν χρείας ἕνεκα εἰς τοὐμφανὲς παρήγαγε, >πρὸς τὴν ἑκάστου ἐπιθυμίαν ἕλκεσθαι οὐδαμῶς ἀνέχεται, >δὲ μόνην διάνοιαν καὶ ψυχὴν ἀκηλίδωτον παρὰ ἀνθρώπων >τὰς τῆς ἀρετῆς καὶ εὐσεβείας πράξεις ἐν τούτοις. >ἐπιεικείας γὰρ καὶ ἡμερότητος ἔργοις ἀρέσκεται, πράους φιλῶν, >μισῶν τοὺς ταραχώδεις, ἀγαπῶν τὴν πίστιν, ἀπιστίαν κολάζων >πᾶσαν μετ’ ἀλαζονείας δυναστείαν καταρρηγνύς, ὕβριν ὑπερηφάνων >τιμωρεῖται, τοὺς ὑπὸ τύφου ἐπαιρομένους ἐκ βάθρων ἀναιρεῖ, >ταπεινόφροσι καὶ ἀνεξικάκοις τὰ πρὸς ἀξίαν νέμων.