Ancient Greek
Book 1, Chapter 25
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.25.6
Not analysed yet
οὕτω καὶ βασιλείαν >δικαίαν περὶ πολλοῦ ποιούμενος ταῖς παρ’ ἑαυτοῦ ἐπικουρίαις >κρατύνει, σύνεσίν τε βασιλικὴν τῷ γαληναίῳ τῆς εἰρήνης διαφυλάττει. >Οὔ μοι δοκῶ πλανᾶσθαι, ἀδελφέ μου, τοῦτον εἶναι θεὸν >ὁμολογῶν πάντων ἀρχηγὸν καὶ πατέρα, ὅν πολλοὶ τῶν τῇδε >βασιλευσάντων μανιώδεσι πλάναις ὑπαχθέντες ἐπεχείρησαν ἀρνήνασθαι >ἀλλ᾿ ἐκείνους ἅπαντας τοιοῦτον τιμωρὸν τέλος κατανάλωσεν, ὡς >πᾶν τὸ μετ’ ἐκείνους ἀνθρώπων γένος τὰς ἐκείνων συμφορὰς ἀντ' >ἄλλου παραδείγματος ἐπαράτους τοῖς τὰ ὅμοια ζηλοῦσι τίθεσθαι.