Ancient Greek
Book 1, Chapter 30
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.30.4
Not analysed yet
Τῶν δὲ δικαστῶν ἀπολογήσασθαι πρὸς τὴν γραφὴν προστεταχότων τὸν Ἀθανάσιον, ὁ μὲν ἐσίγησεν, ὡς δῆθεν οὐκ ὤν Ἀθανάσιος. ὁ δὲ Τιμόθεος ἔφη πρὸς τὴν γυναῖκα. »ἐμώ σοι, ὦ γύναι, συνέτυχον πώποτε, εἰς δὲ τὴν σὴν εἰσελήλυθα οἰκίαν; «ἡ δὲ ἀναιδέστερον ἐβόα, τῷ Τιμοθέῳ διαμαχομένη καὶ τὴν χεῖρα ἐξάγουσα καὶ τῷ δακτύλῳ δεικνῦσα καὶ λέγουσα· »σύ μου τὴν παρθενίαν ἀφείλου, σύ με τῆς σωφροσύνης ἐγύμνωνσας« καὶ τἄλλα ὅσα λέγειν εἰώθασιν αἱ δι᾿ ἀκολασίας ὑπερβολὴν οὐκ ἔχουσαι τὴν αἰδῶ.