Ancient Greek · ~2 min
Book 1, Chapter 30
Theodoretus Scr. Eccl. et Theol., Historia ecclesiastica 1.30.5
Not analysed yet
οὕτω δὴ τῶν τὸ δρᾶμα συντεθεικότων καταισχυνθέντων, ἐρυθριασάντων δὲ καὶ τῶν δικαστῶν ὅσοι συνίστορες ἦσαν, ἐξήγετο ἡ γυνή. τότε δὴ ὁ μέγας Ἀθανάσιος ἔλεγε μὴ χρῆναι ἀφεθῆναι τὸ γύναιον, ἀλλ’ἐξετάσαι καὶ μαθεῖν τὸν ταῦτα συντεθεικότα. οἱ δὲ ἐβόων ἕτερα εἶναι κατηγορήματα χαλεπώτερα, οὐδαμῶς τέχνῃ τινὶ καὶ δεινότητι διαλυθῆναι δυνάμενα. ὄψις γάρ, οὐκ ἀκοή, δικάσει τοῖς δεικνυμένοις. ταῦτα εἰπόντες τὴν πολυθρύλητον ἐκείνην ὑπέδειξαν λάρνακα καὶ τὴν τεταριχευμένην ἐγύμνωσαν χεῖρα.